Ἔργον
Μέγας Βασίλειος – Εἰς τὰ ὕδατα
Η φυσική δύναμη και η χάρη των υδάτων στη δημιουργία
Περιγραφή της πολλαπλής χρήσης, της ζωτικής σημασίας και της καθαρτικής δύναμης των υδάτων στον φυσικό κόσμο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η φυσική δύναμη και η χάρη των υδάτων στη δημιουργία
Περιγραφή της πολλαπλής χρήσης, της ζωτικής σημασίας και της καθαρτικής δύναμης των υδάτων στον φυσικό κόσμο.
ΕΙΣ ΤΑ ΥΔΑΤΑ ΚΑΙ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ Τὸν λόγον χθὲς ἐπὶ τοὺς προφήτας καὶ πατριάρχας ἀποσχολήσας, παρ᾽ ὀλίγον κατέλιπον τοῦ θεοῦ τὰ δημιουργήματα *** πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ ποτίζεται καὶ καθαρίζεται. καὶ μὲν τῶν ὑδάτων ἡ φύσις μία, πολυμερῶς δὲ διὰ τῶν κτισμάτων μερίζεται· ἐν ἀμπέλῳ γίνεται στυφόν, ἐν ἐλαίῳ προσηνόν· ἐν κρίνῳ λευκόν, ἐρυθρὸν ἐν ῥόδῳ· ἐν γενήμασι θρεπτικόν, ἐν ξύλοις αὐξητικόν· τὰ τετράποδα ποτίζεται καὶ τοὺς ἰχθύας ἀνατρέφει· τὰ σώματα τῶν ἀνθρώπων καθαρίζει. ὁσάκις ἐὰν ζῶμεν, δι᾽ ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, 〈δι᾽ ὑδάτων πλουτοῦμεν〉· ὁσάκις ἐὰν ἀναπαυώμεθα, δι᾽ ὑδάτων ἀναπαυόμεθα. ἄρα μὴ μικρά σοι φαίνεται ἡ τῶν ὑδάτων δύναμις; ἀλλὰ ταῦτα πάντα παρατρέχω διὰ τὸ μῆκος τοῦ λόγου. καὶ γὰρ ὁσάκις ἐὰν ἑρμηνεύσωμεν, τὰ πλείονα παραλιμπάνομεν· οὐ γὰρ ἐπαρκεῖ ὁ λόγος ὁ ἀνθρώπινος τὴν πολυύμνητον τῶν ὑδάτων χάριν ἀκριβῶς ἐξηγήσασθαι, ὡς οὐδ᾽ ἔστιν θάλασσαν τῷ λόγῳ μετρῆσαι, οὐδ᾽ ὅσα τῶν θαλασσίων ὑδάτων ἀγαθὰ τοῖς ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ σοφίας ἐπινενέμηται.
著作
文本
在新窗口中打开相关段落。