Μάγοι προσκυνοῦσι, καὶ Χριστιανοὶ συζητοῦσι, πῶς ἐν σαρκὶ Θεὸς, καὶ ποταπῇ σαρκί· καὶ εἰ τέλειος ἄνθρωπος ἢ ἀτελὴς ὁ προσληφθείς. Σιγάσθω τὰ περιττὰ ἐν Ἐκκλησίᾳ Θεοῦ· δοξαζέσθω τὰ πεπιστευμένα· μὴ περιεργαζέσθω τὰ σιωπώμενα. Ἐκείνοις σεαυτὸν ἀνάμιξον τοῖς μετὰ χαρᾶς ἐξ οὐρανῶν ὑποδεξαμένοις τὸν Κύριον. Ἐννόησον ποιμένας σοφιζομένους, ἱερεῖς προφητεύοντας, γυναῖκας εὐφραινομένας, ὅτε Μαρία χαίρειν ἐδιδάσκετο παρὰ τοῦ Γαβριὴλ, ὅτε Ἐλισάβετ ἐπ᾽ αὐτῶν εἶχε τῶν σπλάγχνων σκιρτῶντα τὸν Ἰωάννην. Ἄννα εὐηγγελίζετο, Συμεὼν ἐνηγκαλίζετο, ἐν μικρῷ βρέφει τὸν μέγαν Θεὸν προσκυνοῦντες· οὐ τοῦ ὁρωμένου καταφρονοῦτες, ἀλλὰ τῆς θεότητος αὐτοῦ τὴν μεγαλωσύνην δοξολογοῦντες. Ἐφαίνετο γὰρ, ὥσπερ φῶς δι᾽ ὑελίνων ὑμένων, διὰ τοῦ ἀνθρωπίνου σώματος ἡ θεία δύναμις, διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους· μεθ᾽ ὧν καὶ ἡμεῖς εὑρεθείημεν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, ἵνα καὶ αὐτοὶ μεταμορφωθῶμεν ἀπὸ δόξης εἰς δόξαν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.