Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν κη΄ (ὁμιλία β΄)
Το μυστήριο του Βαπτίσματος και η αιώνια βασιλεία
Η ερμηνεία του κατακλυσμού ως προτύπου του Βαπτίσματος, η εδραίωση της ειρήνης του λαού του Θεού και η τελική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Το μυστήριο του Βαπτίσματος και η αιώνια βασιλεία
Η ερμηνεία του κατακλυσμού ως προτύπου του Βαπτίσματος, η εδραίωση της ειρήνης του λαού του Θεού και η τελική δοξολογία.
Ἀλλὰ καὶ ὁ Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Διὰ γὰρ τοῦ βαπτίσματος ἡ εἰς τὰς ψυχὰς τῶν ἡγιασμένων τοῦ Κυρίου κατοίκησις. Τὴν οὖν ἀπολουομένην τὴν ἁμαρτίαν ψυχὴν, ταύτην κατοικεῖ ὁ Θεός. Διὰ τοῦτο λέγεται τὸν κατακλυσμὸν κατοικεῖν.
Ὅτι γὰρ τὴν ἐκ τοῦ βαπτίσματος ἄφεσιν κατακλυσμὸν προσηγόρευσε, καὶ ἐκ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ μεμαθήκαμεν, ἐν τῷ εἰπεῖν· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Αἱ γὰρ ἁμαρτίαι τῶν ἁμαρτωλῶν, ἐν τῇ διὰ τοῦ βαπτίσματος ἀπολυτρώσει, ὡς προσεγγίζειν οὐκέτι συγχωρηθήσονται. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Ἐπὶ πᾶσι τούτοις ὑπάρξει ἡμῖν γνωρίσαι τὴν ἐπὶ πάντων ἀρχὴν τοῦ Δεσπότου, τοῦ διδόντος ἰσχὺν τῷ λαῷ αὐτοῦ, ἵνα νικήσαντες τὸν πονηρὸν, τὴν εὐλογίαν χωρήσωμεν τὴν διδομένην ὑπὸ Κυρίου ἐν εἰρήνῃ τοῖς ἀξίοις αὐτοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。