阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μέγας Βασίλειος – Λόγος εἰς τὴν διδασκαλίαν τῶν ἱερέων

Μέγας Βασίλειος

Η προετοιμασία του ιερέα και η τέλεση της θείας μυσταγωγίας

Οδηγίες για την απαλλαγή από την έχθρα, την απερίσπαστη προσευχή και τον δέοντα σεβασμό κατά την ιερουργία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Σπούδασον σεαυτὸν παραστῆσαι τῷ κυρίῳ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Μηδέποτε στῇς εἰς σύναξιν ἔχων ἔχθραν κατά τινος, ἵνα μὴ φυγαδεύσῃς τὸν παράκλητον ἐν ἡμέρᾳ συνάξεως. Μὴ δικάζου, μηδὲ φιλονείκει καθόλου, ἀλλὰ κρυπτόμενος, ἐν τῇ ἐκκλησίᾳ μένων, προσεύχου καὶ ἀναγίνωσκε μέχρι τῆς ὥρας, ἐν ᾗ δεῖ σε τελέσαι τὴν θείαν μυσταγωγίαν· καὶ οὕτω παράστα ἐν κατανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ, μὴ περιβλεπόμενος ἔνθεν κἀκεῖθεν, ἀλλὰ φρίκῃ καὶ φόβῳ παριστάμενος τῷ ἐπουρανίῳ βασιλεῖ. Μὴ διὰ θεραπείαν ἀνθρωπίνην ἐπισπεύσῃς τὰς εὐχὰς ἢ συντέμῃς, μὴ παρακαλῶν ‘λάμβανε πρόσωπον ἀνθρώπου’, ἀλλ᾽ ὅρα πρὸς τὸν προκείμενον βασιλέα καὶ τὰς παρεστώσας δυνάμεις κύκλω. Ἄξιον σεαυτὸν ποίησον τῶν ἱερῶν κανόνων· μὴ συλλειτούργει οὓς ὁ κανὼν ἀπωθεῖται.