Δῆλον οὖν αὐτῷ ἔστω, ὅτι ἡ Τριὰς ὑπὲρ τὴν κτίσιν ἐστί· καὶ μηδὲν τῆς Τριάδος εἰς κτίσιν κατάγειν ἐπιχειρείτω. Μεμνήσθω δὲ καὶ τοῦ Κυρίου, Πνεῦμα ἅγιον ἐμφυσήσαντος, καὶ δείξαντος διὰ τῆς ἐμφυσήσεως, ὅτι τὸ Πνεῦμα τῆς θεϊκῆς οὐσίας ἐστὶ, καὶ οὐ τῆς κτιστῆς φύσεως. Λογιζέσθω δὲ καὶ τὴν ἀποστολικὴν ἐξήγησιν περὶ Τριάδος, ἐν ᾗ μίαν ἐνέργειαν ὁρῶμεν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. Ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. Λέγει δὲ ὁ Ἀπόστολος· «Διαιρέσεις χαρισμάτων εἰσὶ, καὶ τὸ αὐτὸ Πνεῦμα. Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Οὐκοῦν ἃ ἐνεργεῖ Θεὸς, ταῦτα τὸ Πνεῦμα ἐνεργεῖ. «Πάντα ἐνεργεῖ, φησὶ, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται.» Μηδὲ εἰς δουλείαν καταγέτω τὸ Πνεῦμα, ἀκούων, ὅτι καθὼς βούλεται πάντα ἐνεργεῖ τὰ τοῦ Θεοῦ. Καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ γὰρ εἰ μὴ θεότητα λέγει κατοικεῖν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος κατοικοῦντος, λέγοντος τοῦ Ἰωάννου, «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν,» πᾶσαν ἀπολεῖ τὴν ἐλπίδα.