阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μέγας Βασίλειος – Ὁμιλία περὶ μετανοίας

Μέγας Βασίλειος

Επίλογος και δοξολογία

Σύνοψη του σκοπού του λόγου, τελικές επισημάνσεις περί αληθινής μετανοίας και καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Διὰ τί ἀναγνώσματα; Ἵνα ἀποστῶμεν ἁμαρτημάτων. Διὰ τί ἀρδευόμεθα; Ἵνα καρποφορήσωμεν. Τί εὐχόμεθα; Ἵνα ἀφεθῶσιν ἡμῶν αἱ ἁμαρτίαι. Πληρώσωμεν τὸν λόγον. Τίσιν οὐκ ἔστι μετάνοια; Ὁ δ᾽ ἐλπίδι τῆς μετανοίας κακουργῶν κακουργίας ἔχει τὸν τρόπον, καὶ ἀπεστέρηται μετανοίας. Ἔστιν ἐλπὶς καὶ μετὰ τὴν ἁμαρτίαν, ἔστιν ἴασις καὶ μετὰ τὸ ἕλκος, ἀλλὰ μένει ἡ οὐλή. Μακάριον τὸ μηδὲ διστάσαι· δεύτερος μακαρισμὸς ἡ μετὰ τὴν πληγὴν ἴασις. Θεῷ δὲ τῷ πλάστῃ ἐξ ἀρχῆς, καὶ συνερχομένῳ τῇ ἀσθενείᾳ, καὶ φυλάττοντι τὴν προαίρεσιν, καὶ χαριζομένῳ μετάνοιαν, διὰ τοῦ ἄγοντος ἡμῖν τὰ ἀγαθὰ, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.