Ἔργον
Μέγας Βασίλειος – Περὶ μοναχικῆς βίου
Ευαγγελικές μαρτυρίες για τις προϋποθέσεις της μαθητείας
Συλλογή ευαγγελικών χωρίων σχετικά με την άρση του σταυρού, την ταπείνωση και την εκούσια παρθενία για τη βασιλεία των ουρανών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ευαγγελικές μαρτυρίες για τις προϋποθέσεις της μαθητείας
Συλλογή ευαγγελικών χωρίων σχετικά με την άρση του σταυρού, την ταπείνωση και την εκούσια παρθενία για τη βασιλεία των ουρανών.
Καὶ πάλιν· ὅστις οὐκ ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς καὶ ἀδελφάς, καὶ μὴ ἐπάρας τὸν σταυρὸν καὶ ἀκολουθήσας μου, οὐκ ἐστὶ μοῦ ἄξιος. Καὶ πάλιν· ὅστις οὐ μισεῖ πατέρα καὶ μητέρα, ἀδελφούς, γυναῖκα, τέκνα, καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται μοῦ εἶναι μαθητής.
Καὶ πάλιν· ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν. Καὶ πάλιν· ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πάλιν κρατήσας παιδίον εἶπεν· ἐὰν μὴ γίνεσθε ὡς τὸ παιδίον τοῦτο, οὐ δύνασθε σωθῆναι· ὅστις γένηται ὡς τὸ παιδίον τοῦτο, οὗτος μείζων ὑμῶν ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅστις θέλει εἶναι ὑμῶν πρῶτος, γενέσθω ὑμῶν διάκονος καὶ δοῦλος πάντων· πολλοὶ δὲ πρῶτοι ἔσονται ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Καὶ πάλιν εἶπε· πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ ὀλίγοι εἰσὶν οἱ σωζόμενοι· πολλοὶ ἐπιχειροῦσιν, καὶ ὀλίγοι ἐκτελοῦσιν· Καὶ πάλιν λέγει· ἀπὸ τοῦ προδρόμου καὶ βαπτιστοῦ ἕως τῆς σήμερον, ἡ βασιλεία τῶν οὐρανῶν ἁρπάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ πάλιν ἔλεγε τὰ ἑαυτοῦ βασα μυστήρια· δεῖ με ἐμπτυσθῆναι καὶ κολαφισθῆναι, καὶ ῥαπισθῆναι, καὶ ἐμπαιχθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος καὶ πρῶτος τῶν ἀποστόλων· κύριε, ἵλεώς σοι. Καὶ λέγει ὁ κύριος τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου Σατανᾶ, οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ὅστις θέλει εὐσεβῶς ζῆν ἐν Χριστῷ διωχθήσεται. Ὡς εἶδε δὲ Πέτρος τὸ πέρας τῆς ἐντολῆς, λέγει· κύριε, οὐκ ὀφείλει ἄνθρωπος λαμβάνειν γυναῖκα.
Καὶ λέγει αὐτῷ ὁ κύριος· οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον· ἀλλ᾽ εἰσὶν εὐνοῦχοι ἐκ κοιλίας μητρὸς αὐτῶν, καὶ ἄλλοι εἰσὶν ὑπὸ τῶν ἀνθρώπων εὐνουχισθέντες, καὶ ἄλλοι εἰσὶν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω.
著作
文本
在新窗口中打开相关段落。