阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μέγας Βασίλειος – Περὶ πίστεως

Μέγας Βασίλειος

Προοίμιο και σκοπός της έκθεσης της πίστεως

Εισαγωγή με αναφορά στον σκοπό της σύντομης παράθεσης της πίστεως για την προστασία της εκκλησίας από τις αιρέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 3

ΠΕΡΙ ΠΙΣΤΕΩΣ Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῷ προσερχομένῳ, ὑγιαίνουσι λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, λάμπει ὡς φῶς ἡ τῶν χριστιανῶν πίστις, ἣν διὰ βραχέων ὑμῖν παραθήσομαι· ἵνα ὑμεῖς ἡ τοῦ θεοῦ ἐκκλησία, ὥσπέρ τι πλοῖον ἀχείμαστον κυβερνήτην ἔχων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εἰς τὸν αὐτοῦ ἅγιον καὶ γαληνὸν λιμένα ὁρμισθῆτε, μήποτέ τινι τρικυμίᾳ τῇ τῶν αἱρετικῶν διδασκαλίᾳ βαπτισθέντες, περὶ τὴν πίστιν ναυαγήσητε. Παρατίθεμαι δὲ ὑμῖν αὐτὴν τοῦ κυρίου τὴν πίστιν διὰ βραχέων ὡς ἔφην· πέφυκε γὰρ τὰ διὰ συντομωτέρας ἐκθέσεως, ῥᾷον παραμένειν τοῖς ἀκούουσιν.