Ἔργον
Μέγας Βασίλειος – Πρόλογος 5
Ο ρόλος του προεστώτος και η αξία της υπακοής
Η πνευματική αναγκαιότητα του προϊσταμένου στην κοινοβιακή ζωή και η σημασία της υπέρβασης του ιδίου θελήματος μέσω της τέλειας υπακοής.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ο ρόλος του προεστώτος και η αξία της υπακοής
Η πνευματική αναγκαιότητα του προϊσταμένου στην κοινοβιακή ζωή και η σημασία της υπέρβασης του ιδίου θελήματος μέσω της τέλειας υπακοής.
Ἐπειδὴ δὲ ποικίλα τὰ τῶν ἀνθρώπων ἤθη ἐστὶ, καὶ οὐ πάντες ὁμοίως περὶ τῶν χρησίμων βουλεύονται, ἵνα μή τις ἀκαταστασία ᾖ, ἑκάστου κατὰ τὸ ἴδιον θέλημα πολιτευομένου, προσήκει τὸν ἐπὶ πάντων ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσασθαι εἰς τὸ καθηγήσασθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν, κοινὸν πάντων τῶν μιμουμένων γένηται. Ὥσπερ γὰρ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὡμοιῶσθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ὁ ἀγαθὸς τοῦ βίου χαρακτὴρ ἐπιλάμψει. Προκριθέντος τοίνυν ἑνὸς, ἀργήσει πάντα τὰ μερικὰ θελήματα· πρὸς δὲ τὸ προέχον πάντες οἱ ἐφεξῆς τυπωθήσονται, πεισθέντες τῷ ἀποστολικῷ παραγγέλματι τῷ κελεύοντι πᾶσαν ψυχὴν ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι· καὶ ὅτι οἱ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Ἡ δὲ ἀληθὴς καὶ τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν καθηγούμενον ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν τοῦ προεστῶτος ἀπέχεσθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκείνου γνώμης ποιεῖν.
Ἡ γὰρ ἐγκράτεια καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια πρός τι χρησίμως ἔχει· ἀλλ᾽ ἐάν τις, ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρεστὸν αὐτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πείθηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημμελούμενον.
著作
文本
在新窗口中打开相关段落。