Ἔργον
Μέγας Βασίλειος – Προοίμιον εἰς τὸ ἀσκητικὸν μέγα
Εσχατολογική προοπτική και προειδοποίηση κατά της ραθυμίας
Υπενθύμιση της επικείμενης δίκαιης κρίσης του Θεού και τονισμός της αναγκαιότητας για άμεση μετάνοια έναντι της πνευματικής αδράνειας.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εσχατολογική προοπτική και προειδοποίηση κατά της ραθυμίας
Υπενθύμιση της επικείμενης δίκαιης κρίσης του Θεού και τονισμός της αναγκαιότητας για άμεση μετάνοια έναντι της πνευματικής αδράνειας.
Μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔργων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα μετακλαίωμεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρόμενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελομένοις.
Νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν ὁ Ἀπόστολος, νῦν ἡμέρα σωτηρίας. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πραγμάτων τε καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξεταστής.
Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Πρὸς τίνα καιρὸν ὑπερτιθέμεθα τὴν ὑπακοὴν τοῦ Χριστοῦ, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἐπουράνιον ἑαυτοῦ βασιλείαν; Οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; Οὐκ ἐν ὀφθαλμοῖς ληψόμεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
著作
文本
在新窗口中打开相关段落。