[ΔΙΑΜΑΡΤΥΡΙΑ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΒΙΒΛΙΟΥ ΛΑΜΒΑΝΟΝΤΩΝ.]
Ἀναγνοὺς οὖν ὁ Ἰάκωβος τὴν ἐπιστολὴν μετεκαλέσατο τοὺς πρεσβυτέρους καὶ αὐτοῖς ἀναγνοὺς ἔφη· Ἀναγκαίως καὶ πρεπόντως περὶ τῆς ἀληθείας ἀσφαλίζεσθαι ὁ ἡμέτερος ὑπέμνησε Πέτρος, ὅπως τὰς τῶν αὐτοῦ κηρυγμάτων διαπεμφθείσας ἡμῖν βίβλους μηδενὶ μεταδώσομεν ὡς ἔτυχεν ἢ ἀγαθῷ τινι καὶ εὐλαβεῖ, τῷ καὶ διδάσκειν αἱρουμένῳ ἐνπεριτόμῳ τε ὄντι πιστῷ. καὶ ταῦτα μὴ πάντα ὁμοῦ, ἵνα, ἐὰν ἐν τοῖς πρώτοις ἀγνώμων φωραθῇ, τὰ δεύτερα μὴ πιστευθῇ. διὸ μὴ ἔλαττον ἔτεσιν ἓξ δοκιμαζέσθω, καὶ εἶθ᾽ οὕτως κατὰ τὴν Μωυσέως ἀγωγὴν ἀγαγόντα αὐτὸν ἐπὶ ποταμὸν ἢ πηγήν (ὅπερ ἐστὶν «ζῶν ὕδωρ», ἔνθα ἡ τῶν δικαίων γίνεται ἀναγέννησις) μὴ ὁρκίσαι (ἐπεὶ μὴ ἔξεστιν), ἀλλὰ στῆναι αὐτῷ κελεῦσαι πρὸς τῷ ὕδατι καὶ ἐπιμαρτύρασθαι, ὡς καὶ αὐτοὶ ἀναγεννώμενοι κελευσθέντες ἐποιήσαμεν τοῦ μὴ ἁμαρτεῖν χάριν.