Ἔργον
Κλήμης Ῥώμης – Ἐπιστολὴ Πέτρου πρὸς Ἰάκωβον (Νόθος)
Προσφώνηση και προϋποθέσεις μετάδοσης των κηρυγμάτων
Ο Πέτρος χαιρετά τον Ιάκωβο και ζητά να παραδίδονται τα βιβλία των κηρυγμάτων του αποκλειστικά σε δοκιμασμένους αδελφούς.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προσφώνηση και προϋποθέσεις μετάδοσης των κηρυγμάτων
Ο Πέτρος χαιρετά τον Ιάκωβο και ζητά να παραδίδονται τα βιβλία των κηρυγμάτων του αποκλειστικά σε δοκιμασμένους αδελφούς.
[ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ ΠΡΟΣ ΙΑΚΩΒΟΝ.] Πέτρος Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ τῆς ἁγίας ἐκκλησίας. ὑπὸ τοῦ τῶν ὅλων πατρὸς διὰ Ἰησοῦ Χριστοῦ ἐν εἰρήνῃ πάντοτε. Εἰδώς σε, ἀδελφέ μου, εἰς τὸ κοινῇ πᾶσιν ἡμῖν συμφέρον σπεύδοντα προθύμως, ἀξιῶ καὶ δέομαι τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ τῶν ἀπὸ τῶν ἐθνῶν μεταδοῦναι μήτε ὁμοφύλῳ πρὸ πείρας, ἀλλ᾽ ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν ἀγωγὴν παραδοῦναι, καθ᾽ ἣν καὶ τοῖς ἑβδομήκοντα ὁ Μωυσῆς παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν. διὰ τοῦτο καὶ ὁ καρπὸς τῆς ἀσφαλείας μέχρι τοῦ δεῦρο φαίνεται. τὸν γὰρ αὐτὸν οἱ πανταχῆ ὁμόεθνοι τῆς μοναρχίας καὶ πολιτείας φυλάσσουσι κανόνα, κατὰ μηδένα τρόπον ἄλλως φρονεῖν ὑπὸ τῶν πολλὰ νευρουσῶν γραφῶν ἐξοδευθῆναι δυνηθέντες. κατὰ γὰρ τὸν παραδοθέντα αὐτοῖς κανόνα τὰ τῶν γραφῶν ἀσύμφωνα πειρῶνται μεταρρυθμίζειν, εἰ δή τις· τυχὸν μὴ εἰδὼς τὰς παραδόσεις ναρκᾷ πρὸς τὰς τῶν προφητῶν πολυσήμους φωνάς. οὗ ἕνεκεν οὐδενὶ διδάσκειν ἐπιτρέπουσιν, ἐὰν μὴ πρότερον μάθῃ πῶς δεῖ ταῖς γραφαῖς χρῆσθαι. διὰ τοῦτο παρ᾽ αὐτοῖς εἷς θεός, εἷς νόμος, μία ἐλπίς.
著作
文本
在新窗口中打开相关段落。