阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιστολὴ Πέτρου πρὸς Ἰάκωβον (Νόθος)

Κλήμης Ῥώμης

Διαφύλαξη της παράδοσης και ολοκλήρωση της επιστολής

Έκκληση για αυστηρή δοκιμασία των διδασκάλων με σκοπό την αποτροπή της πλάνης και τη διαφύλαξη του κανόνα της αλήθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 3 από 3

εἰ δὲ ἐμοῦ ἔτι περιόντος τοιαῦτα τολμῶσιν καταψεύδεσθαι, πόσῳ γε μᾶλλον μετ᾽ ἐμὲ ποιεῖν οἱ μετ᾽ ἐμὲ τολμήσουσιν; ἵνα οὖν μὴ τοιοῦτόν τι γένηται, τούτου ἕνεκα ἠξίωσα καὶ ἐδεήθην τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ μεταδοῦναι μήτε ὁμοφύλῳ μήτε ἀλλοφύλῳ πρὸ πείρας, ἀλλ᾽ ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν Μωυσέως ἀγωγὴν παραδοῦναι, καθ᾽ ἣν τοῖς ἑβδομήκοντα παρέδωκεν τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν, ἵνα οὕτως τὰς πίστεις φυλάξωσιν καὶ πανταχῆ τὸν τῆς ἀληθείας κανόνα παραδῶσιν, ἑρμηνεύοντες τὰ πάντα πρὸς τὴν παράδοσιν ἡμῶν, καὶ μὴ αὐτοὶ ὑπὸ ἀμαθείας κατασπώμενοι, ὑπὸ τῶν κατὰ τὴν ψυχὴν στοχασμῶν εἰς πλάνην ἑλκόμενοι, ἄλλους εἰς τὸν ὅμοιον τῆς ἀπωλείας ἐνέγκωσιν βόθυνον. καὶ τὰ μὲν ἐμοὶ δόξαντα καλῶς ἐσήμανά σοι, τὸ δὲ σοὶ δοκοῦν, κύριέ μου, πρεπόντως ἐπιτέλει. ἔρρωσο.