ἔλεγον δέ· Σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν (τοῦτο γὰρ οὐκ οἶδα ὅπως χαίρων θέλω), πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι θέλω, ἵνα γνῶ εἰ ἡ ψυχὴ θνητὴ τυγχάνει ἢ ἀθάνατός ἐστιν καὶ εἰ ἀίδιος οὖσα περὶ ὧν ἔπραξεν ἐνταῦθα ἔχει κριθῆναι καὶ [εἴ] τί ποτ᾽ ἔστιν δίκαιον [ἢ] ἀρέσκον θεῷ καὶ εἰ γέγονεν 〈ὁ〉 κόσμος καὶ διὰ τί γέγονεν καὶ εἰ οὐ λυθήσεται καὶ εἰ λυθήσεται καὶ εἰ κρείττων ἔσται ἢ οὐδὲ ἔσται, καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν εἶπον θέλειν. ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο· Συντόμως σοι, ὦ Κλήμης, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι, καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουσον. ἡ τοῦ θεοῦ βουλὴ ἐν ἀδήλῳ γέγονεν κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ. διὰ ταῦτα πλάνη, εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία καὶ ἄλλα τοιαῦτα μυρία κακά, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον 〈ἔπλησεν, καὶ〉 τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολῶσαν τὰς ὁράσεις, οὐκ εἴασεν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργήσαντα νοῆσαι θεὸν καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι.