οὐ χρὴ τὸν 〈ἐν〉 ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν, ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ· Πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει. καὶ ὁ Πέτρος· Οὐκοῦν οὓς ἀδικεῖσθαι ἔλεγες, αὐτοὶ παρορισταὶ τυγχάνουσιν, καθὰ ἐν ἑτέρου εἰσὶν βασιλείᾳ, καὶ τοσοῦτον πλεονέκται εἰσίν, ὅσον 〈ἂν〉 κεκτημένοι ὦσιν; οἱ δ᾽ ἀδικεῖν νομιζόμενοι τοσαῦτα ἑκάστῳ τῷ ἐξ ἐναντίας ὄντι χαρίζονται, ὅσα ἂν αὐτοῖς ἔχειν συνχωρῶσιν. αὐτῶν γάρ ἐστιν ταῦτα τῶν τὰ παρόντα ἑλομένων. καὶ εἰς τοσοῦτον φιλάνθρωποί εἰσιν, ὡς τὸ ζῆν αὐτοῖς συγχωρεῖν. καὶ τὸ μὲν παράδειγμα οὕτως ἔχει, ἄκουε δὴ αὐτὸ τὸ πρᾶγμα. ὁ τῆς ἀληθείας προφήτης παρὼν ἐδίδαξεν ἡμᾶς ὅτι ὁ τῶν ὅλων δημιουργὸς καὶ θεὸς δυσίν τισιν ἀπένειμεν βασιλείας δύο, ἀγαθῷ τε καὶ πονηρῷ, δοὺς τῷ μὲν κακῷ τοῦ παρόντος κόσμου μετὰ νόμου τὴν βασιλείαν, ὥστ᾽ ἂν ἔχειν ἐξουσίαν κολάζειν τοὺς ἀδικοῦντας, τῷ δὲ ἀγαθῷ τὸν ἐσόμενον ἀίδιον αἰῶνα. ἕκαστον δὲ τῶν ἀνθρώπων ἐλεύθερον ἐποίησεν ἔχειν τὴν ἐξουσίαν ἑαυτὸν ἀπονέμειν ᾧ βούλεται, ἢ τῷ παρόντι κακῷ ἢ τῷ μέλλοντι ἀγαθῷ.