ἡ γὰρ ἐκ φωτὸς οὖσα τὴν ἀλλόφυλον τοῦ πυρὸς φλόγα μὴ φέρουσα βασανίζεται, ὁ δὲ ἐν τῇ τοῦ γένους αὐτοῦ ὢν οὐσίᾳ μεγάλως ἥδεται, δεσμὸς δύσρηκτος γενόμενος τῆς ὑπ᾽ αὐτοῦ συμποθείσης ψυχῆς. τὸ δὲ τοὺς δαίμονας γλίχεσθαι εἰς τὰ ἀνθρώπων εἰσδύειν σώματα, αἰτία αὕτη. πνεύματα ὄντες καὶ τὴν ἐπιθυμίαν ἔχοντες εἰς βρωτὰ καὶ ποτὰ καὶ συνουσίαν, μεταλαμβάνειν δὲ μὴ δυνάμενοι διὰ τὸ πνεύματα εἶναι καὶ δεῖσθαι ὀργάνων τῶν πρὸς τὴν χρῆσιν ἐπιτηδείων, εἰς τὰ ἀνθρώπων εἰσίασιν σώματα, ἵνα ὥσπερ ὑπουργούντων ὀργάνων τυχόντες, ὧν θέλουσιν, ἐπιτυχεῖν δυνατοὶ ὦσιν, εἴτε βρωτῶν, διὰ τῶν ἀνθρώπου ὀδόντων, εἴτε συνουσίας, διὰ τῶν ἐκείνου αἰδοίων. ὅθεν πρὸς τὴν τῶν δαιμόνων φυγὴν ἡ ἔνδεια καὶ ἡ νηστεία καὶ ἡ κακουχία οἰκειότατόν ἐστιν βοήθημα. εἰ γὰρ τοῦ μεταλαμβάνειν χάριν εἰσέρχονται εἰς ἀνθρώπου σῶμα, δῆλον ὅτι κακουχίᾳ φυγαδεύονται. ἀλλ᾽ ἐπειδὴ ἔνια δεινότερα τυγχάνοντα προσφιλονεικήσαντα καίτοι τιμωρούμενα τῷ τιμωρουμένῳ προσμένει σώματι, διὰ τοῦτο χρὴ προσφεύγειν θεῷ εὐχαῖς καὶ δεήσεσιν ἀπεχομένους τε πάσης ἀκαθάρτου προφάσεως, ὅπως ἡ τοῦ θεοῦ χεὶρ εἰς ἴασιν αὐτοῦ ἐπιψαῦσαι δυνηθῇ ὡς ἁγνοῦ καὶ πιστεύοντος. δεῖ δὲ καὶ ἐν ταῖς εὐχαῖς τὸ θεῷ προσπεφευγέναι ὁμολογεῖν καὶ διαμαρτύρεσθαι τὴν τοῦ δαίμονος οὐκ ἀπείθειαν, ἀλλὰ βραδυτῆτα. πάντα γὰρ τῷ πιστεύοντι γίνεται, ἀπιστοῦντι δὲ οὐδέν.