Μὴ χρονικὴν ἀρχὴν τοῦ Υἱοῦ καταδέξῃ τινὸς λέγοντος, ἀλλὰ ἄχρονον ἀρχὴν γίνωσκε τὸν Πατέρα. Ἀρχὴ γὰρ Υἱοῦ ἄχρονος, ἀκατάληπτος, ἄναρχος, ὁ Πατήρ. Πηγὴ τοῦ τῆς δικαιοσύνης ποταμοῦ, τοῦ μονογενοῦς, ὁ Πατὴρ, ὁ γεννήσας αὐτὸν καθὼς οἶδεν αὐτὸς μόνος. Καὶ θέλεις γνῶναι, ὅτι αἰώνιός ἐστι βασιλεὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἄκουε πάλιν αὐτοῦ λέγοντος· Ἀβραὰμ [ὁ πατὴρ ὑμῶν] ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα, σκληρῶς τοῦτο καταδεξαμένων τῶν Ἰουδαίων, τὸ ἐκείνοις ἔτι σκληρότερον λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς τὸν Πατέρα λέγει· Καὶ νῦν δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Σαφῶς γὰρ εἴρηκεν, ὅτι πρὶν τὸν κόσμον γενέσθαι, ἐγὼ εἶχον τὴν παρὰ σοὶ δόξαν. Καὶ πάλιν, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, λέγων· σαφῶς φησιν, ὅτι ἀΐδιον ἔχω τὴν παρὰ σοὶ δόξαν.