Ἐλθέ μοι λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους, τοὺς ἐκ μετανοίας σωθέντας. Ἀλλ᾽ ἴσως καὶ ἐν γυναιξὶν ἐρεῖ τις· ἐπόρνευσα, ἐμοίχευσα, ἐμόλυνα τὸ σῶμα παντοίαις ἀκολασίαις· ἆρ᾽ ἔστι σωτηρία;
Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαάβ, καὶ προσδόκα καὶ σὺ τὴν σωτηρίαν· εἰ γὰρ ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα, διὰ μετανοίας ἐσώθη· ἆρα ἡ ἅπαξ ποτὲ πορνεύσασα πρὸ τῆς χάριτος, διὰ μετανοίας καὶ νηστείας οὐ σώζεται; πῶς γὰρ ἐσώθη ἐκείνη, ζήτησον· τοῦτο μόνον εἶπεν, Ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ, οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν· καὶ εἰ θέλεις δέξασθαι τοῦ σωθῆναι ταύτην, μαρτυρίαν ἔγγραφον, ἔχεις ἀνάγραπτον, ἐν ψαλμοῖς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με· ὦ μεγάλης τοῦ Θεοῦ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν γραφαῖς· ἀλλ᾽ οὐχ ἁπλῶς. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ μετὰ τοῦ· Τοῖς γινώσκουσί με. Ἔστιν οὖν καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν ὁμοίως, ἡ διὰ μετανοίας προξενουμένη.