Φεύγει ἐκ τῆς φυλακῆς, καὶ ἔρχεται εἰς τὴν Μεσοποταμίαν· ἀλλ᾽ ἀπαντᾷ αὐτῷ ὅπλον δικαιοσύνης Ἀρχέλαος ἐπίσκοπος. Καὶ ἐπὶ φιλοσόφων κριτῶν ἐλέγξας, ἀκροατήριον Ἑλληνικὸν συστησάμενος, ἵνα μὴ χριστιανῶν κρινάντων δοκῶσιν οἱ κριταὶ χαρίζεσθαι· Λέγε, φησὶν, ὁ Ἀρχέλαος πρὸς τὸν Μάνην, ὃ κηρύσσεις. Ὁ δὲ [ὡς] τάφον ἀνεῳγμένον ἔχων τὸ στόμα, ἀπὸ βλασφημίας πρῶτον τοῦ ποιητοῦ τῶν ἁπάντων ἤρξατο φάσκων· Ὁ τῆς παλαιᾶς Θεὸς κακῶν ἐστιν εὑρετὴς, λέγων περὶ ἑαυτοῦ, Ἐγὼ ὁ Θεὸς πῦρ καταναλίσκον. Ὁ δὲ σοφὸς Ἀρχέλαος ὑπεξέλυσε τὴν βλασφημίαν, εἰπών· Εἰ ὁ τῆς παλαιᾶς Θεὸς, κατὰ τὸν σὸν λόγον, πῦρ ἑαυτὸν λέγει, τίνος υἱός ἐστιν ὁ λέγων, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν; Εἰ μέμφῃ τὸν λέγοντα, Κύριος θανατοῖ καὶ ζωογονεῖ· διὰ τί τιμᾷς Πέτρον, τὴν Ταβιθὰν μὲν ἐγείραντα, τὴν δὲ Σαπφείραν θανατώσαντα; Εἰ δὲ καὶ μέμφῃ, ὅτι πῦρ ἡτοίμασε· διὰ τί οὐ μέμφῃ τὸν λέγοντα, Πορεύεσθε [ἀπ᾽ ἐμοῦ] εἰς τὸ πῦρ τὸ αἰώνιον; Εἰ μέμφῃ τὸν λέγοντα, Ἐγὼ Θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐξήγησαι πῶς λέγει Ἰησοῦς, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.