ΚΑΤΗΧΗΣΙΣ Βʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις, Περὶ μετανοίας, καὶ ἀφέσεως ἁμαρτιῶν· καὶ περὶ Ἀντικειμένου· καὶ ἀνάγνωσις ἐκ τοῦ προφήτου Ἰεζεκιήλ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, καὶ τὰ ἑξῆς.
Αʹ. Δεινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη τῆς ψυχῆς ἡ παρανομία· ὑποτέμνουσα μὲν τὰ νεῦρα ταύτης, καὶ πυρὸς αἰωνίου γιγνομένη παραίτιος· κακὸν αὐτεξούσιον· καὶ ὅτι αὐτοπροαιρέτως ἁμαρτάνομεν, λέγει που σαφῶς ὁ προφήτης· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἡ φυτεία καλὴ, ἧς ὁ καρπὸς ἐκ προαιρέσεως κακός· καὶ διὰ τοῦτο ὁ φυτουργὸς μὲν ἀναίτιος, ἡ δὲ ἄμπελος κατακαυθήσεται πυρί· ἐπειδὴ εἰς ἀγαθὸν ἐφυτεύθη, καὶ εἰς κακὸν ἐκαρποφόρησεν· Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον εὐθῆ, κατὰ τὸν Ἐκκλησιαστὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς· καὶ ὁ Ἀπόστολος δέ φησιν· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ τοῖς ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.