Ὅπερ ἐποίησε τότε, παραχρῆμα οὐκ ἠδύνατο ποιῆσαι; ἀλλ᾽ ἐπίτηδες παρέτεινεν, ἔνδοσιν διδοὺς μετανοίας.
Βλέπεις Θεοῦ ἀγαθότητα; Εἴθε μετενόησαν οἱ τότε! καὶ ἐτύγχανον Θεοῦ φιλανθρωπίας.
Θʹ. Ἐλθὲ λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους τοὺς ἐκ μετανοίας σωθέντας, κἂν ἐν γυναιξίν. Ἐπόρνευσας, ἐμόλυνας τὸ σῶμα, ἄχρηστος γέγονας· ἆρα ἔστι σωτηρία; ἐρεῖς. Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαὰβ, καὶ θάρσησον εἰς τὴν σωτηρίαν. Ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα σώζεται. Πῶς ἐσώθη ἐκείνη; Ἐπίστευσεν· εἶπεν μόνον· Ὁ Θεὸς ὑμῶν, ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν. Μίμησαι τὴν πίστιν, καὶ δέξαι τὴν σωτηρίαν. Καὶ θέλεις γνῶναι, ὅτι ἐσώθη; ἀνάγραπτόν ἐστιν ἐν Ψαλμοῖς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Ὢ μεγάλης Θεοῦ βουλῆς καὶ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν Γραφαῖς! ἀλλ᾽ οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με.