阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Κύριλλος Ἱεροσολύμων

Τελικές προτροπές προς τους φωτιζομένους

Ανακεφαλαίωση των βιβλικών προτύπων μετανοίας, παρότρυνση για προσέλευση στο μυστήριο με ελπίδα και καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 5

Εἴ τις ἐπιθυμῶν ἐμολύνθη πάθεσιν, τὴν τοῦ μακαρίου Δαβὶδ ἀναλαμβανέτω μετάνοιαν· εἴ τις ἠρνήσατο κατὰ Πέτρον, ὑπεραποθνησκέτω πάλιν ὑπὲρ τοῦ Κυρίου Ἰησοῦ. Ὁ γὰρ ἐκείνῳ κλαύσαντι τῆς ἀποστολῆς μὴ βασκήνας, οὐδέ σοι φθονήσει τῶν εὐαγγελικῶν μυστηρίων. Καὶ γυναιξὶ μὲν ὑπογραμμὸς ἔστω εἰς σωτηρίαν ἡ Ῥαάβ· ἀνδράσι δὲ τὸ λεχθὲν τῶν παλαιῶν ἀνδρῶν ποικίλον ὑπόδειγμα.

Κʹ. Πάντες δὲ εἰς τὴν Θεοῦ φιλανθρωπίαν ἀποβλέποντες, εὐέλπιδες γίνεσθε· οὐχ ἵνα τοῖς αὐτοῖς πάλιν ἁμαρτήμασιν περιπίπτωμεν, ἀλλ᾽ ἵνα τῆς λυτρώσεως ἀπολαύσαντες, καὶ τῆς χάριτος ἄξια πράξαντες, τὸ καθ᾽ ἡμῶν χειρόγραφον ἀγαθοεργίαις ἐξαλεῖψαι δυνηθῶμεν· τῇ δυνάμει τοῦ Μονογενοῦς, τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ ἡ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.