Μηδεὶς οὖν ἀδελφοὶ ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας [inde codex noster solus in plane nova luxuriose vagatur] Σαμψὼν ἐκεῖνος ὁ ἰσχυρὸς ἐν πολέμοις, ὃς καὶ πρὸ γενέσεως ἐπήγγελτο, ὡς ὁ ἄγγελος διετάξατο τῇ μητρὶ αὐτοῦ, [ἀπὸ πάντος] ὃ ἐξ ἀμπέλου ἐμπορεύεται καὶ σίκερα οὐ μὴ πιεῖ (τὸ μὴ πιεῖν, νηστείας ἦν καὶ ἐγκρατείας ὑπόθεσις). Καὶ ἔως μὲν ἦν τετειχισμένος τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ τῇ μετανοίᾳ, κατὰ χιλίους ἔπιπτον οἱ ἀλλόφυλοι, πύλαι πόλεων ἀνεσπῶντο, λέοντες τῇ ἰσχύϊ τοῦ δικαίου κατέπιπτον. Ὅτε δὲ μέθῃ ἐαυτὸν κατεβάπτισεν, ἀνάλωτος τοῖς ἀλλοφύλοις καὶ παίγνιον ἐγένετο. Νηστεύσωμεν οὖν, ἀδελφοὶ, ἵνα πρὸς τὸν παράδεισον ἐπανέλθωμεν, ὄθεν ἐκπεπτώκαμεν. Εἰ ἐνήστευσεν [cod. εἰσενήστευσεν] Ἀδὰμ, καὶ τὴν ἐντολὴν ἐφύλαξεν, οὐκ ἂν ἡμεῖς πεπτώκαμεν εἰς τὰ πάθη τῆς ἀτιμίας· οὐκ ἂν τὴν γῆν ἐργάζεσθαι κατεδικάσθημεν· οὐκ ἂν ἡ τῶν τριβόλων ἀνατολὴ ἐπεφύη καὶ ἡ ἐν λυπαῖς ἐνεσημάνθη κατάκρισις· τοιαῦτα γὰρ τὰ τῆς ἁμαρτίας ὀψώνια. Ἀλλ᾽ ἡμεῖς, ἀγαπητοὶ, πάντοτε καὶ ἀεὶ ἐξωμολογήμεθα, κατὰ τὸν προφήτην Δαυὶδ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ [inde vulgata recurrunt, sed libero pede].