Ἔργον
Κύριλλος Ἱεροσολύμων – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου (Νόθος)
Προοίμιο και πανηγυρική προτροπή
Εόρτιο κάλεσμα προς τον λαό, τα έθνη και τις αγγελικές δυνάμεις να δοξολογήσουν τη φανέρωση του Θεού στη Σιών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο και πανηγυρική προτροπή
Εόρτιο κάλεσμα προς τον λαό, τα έθνη και τις αγγελικές δυνάμεις να δοξολογήσουν τη φανέρωση του Θεού στη Σιών.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων λόγος εἰς τὴν ὑπαπάντην τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Συμεῶνα τὸν θεοδόχον. Χαῖρε σφόδρα, θύγατερ Σιών. κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ. χόρευε λαὸς πόλεως τῆς τοῦ θεοῦ. σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ. βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε. ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες. συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, οὐράνιον καὶ ἐπίγειον. οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε.
Σήμερον γὰρ ὤφθη ὁ θεὸς τῶν θεῶν ἐν Σιών. σήμερον δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ Ἱερουσαλήμ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου ἄνοιγε τὰς πύλας τῷ ἀνοίξαντι πᾶσι τὰς οὐρανίους πύλας καὶ ἀνοίξαντι πᾶσι τὰς παραδείσου πύλας καὶ ἀνοίξαντι τῶν τάφων ἐπὶ σταυροῦ τὰς πύλας καὶ συντρίψαντι ᾅδου τὰς ἀπ᾽ αἰῶνος πύλας καὶ συγκλείσαντι παραδόξως τῆς παρθενίας τὰς πύλας.
Σήμερον ὁ πάλαι τῷ Μωσῇ χρηματίσας ἐπὶ τοῦ ὄρους Σινᾶ θεοπρεπῶς πληροῖ τὸν νόμον ὑπὸ νόμον γενόμενος δουλοπρεπῶς. σήμερον ὁ θεὸς ἀπὸ Θαιμὰν ἐν Σιὼν ἔρχεται. σήμερον ὁ οὐράνιος νυμφίος μετὰ θεομήτορος παστάδος ἐν τῷ ναῷ παραγίνεται. θυγατέρες Ἱερουσαλὴμ ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. τὰς λαμπάδας φαιδρῶς τῷ φωτὶ τῷ ἀληθινῷ ἐξάψατε, τοὺς χιτῶνας τῶν ψυχῶν τῷ νυμφίῳ Χριστῷ εὐτρεπίσατε.
Μετὰ τῆς Σιὼν οἱ τῶν ἐθνῶν λαοὶ φωτοφοροῦντες ὑπαντήσωμεν. ἐν τῷ ναῷ σὺν τῷ ναῷ καὶ θεῷ καὶ Χριστῷ συνεισέλθωμεν. μετὰ ἀγγέλων τὸν τῶν ἀγγέλων ὕμνον βοήσωμεν· ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. πλήρη τὰ πέρατα τοῦ κόσμου τῆς ἀγαθότητος αὐτοῦ. πλήρης πᾶσα ἡ κτίσις τῆς αἰνέσεως αὐτοῦ. πλήρης πᾶσα ἡ ἀνθρωπότης τῆς συγκαταβάσεως αὐτοῦ. τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια πλήρη τῆς εὐσπλαγχνίας αὐτοῦ, πλήρη τοῦ ἐλέους αὐτοῦ, πλήρη τῶν οἰκτιρμῶν, πλήρη τῶν δωρεῶν, πλήρη τῶν εὐεργεσιῶν αὐτοῦ.
Τοιγαροῦν πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. πάντα τὰ πέρατα τῆς γῆς δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ. πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. πᾶσα ἡ γῆ προσκυνησάτω, πᾶσα γλῶσσα ᾀσάτω, πᾶσα ψαλλέτω, πᾶσα δοξολογησάτω παιδίον θεόν, τεσσαρακονθήμερον καὶ προαιώνιον, παιδίον μικρὸν καὶ παλαιὸν τῶν ἡμερῶν, παιδίον θηλάζον καὶ τῶν αἰώνων ποιητήν.
著作
文本
在新窗口中打开相关段落。