Ἔργον
Κύριλλος Ἱεροσολύμων – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου (Νόθος)
Επίλογος και καταληκτήρια δοξολογία
Κάλεσμα των πιστών σε πνευματική προετοιμασία και κοινό πανηγυρισμό, που καταλήγει σε τριαδική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Επίλογος και καταληκτήρια δοξολογία
Κάλεσμα των πιστών σε πνευματική προετοιμασία και κοινό πανηγυρισμό, που καταλήγει σε τριαδική δοξολογία.
Διὸ δεῦτε καὶ ὑμεῖς φιλόχριστοι καὶ φιλόθεοι. τῇ τοῦ κυρίου καὶ δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες, μὴ οἴνῳ μεθύοντες, ἀλλὰ τῷ πνεύματι ζέοντες. οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς λαμπάδας κοσμήσωμεν. οὕτως ὡς υἱοὶ φωτὸς τοὺς κηροὺς τῷ φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν, διότι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε. διὸ ὡς φῶτα ἐκ φωτὸς ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες, ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς θεοῦ ὑπάντησιν ἐξέλθωμεν.
Ἅπαντες σήμερον καὶ διὰ παντὸς τὰ τῆς ἑορτῆς βοήσωμεν. μετὰ ἀγγέλων χορεύσωμεν. μετὰ ποιμένων καταυγασθῶμεν. μετὰ μάγων προσκυνήσωμεν. μετὰ τῆς Βηθλεὲμ ἑορτάσωμεν. μετὰ τῆς Σιὼν ὑπαντήσωμεν. μετὰ τοῦ ναοῦ ἁγιασθῶμεν. μετὰ τῆς παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν. μετὰ Ἰωσὴφ προσενέγκωμεν ὡς δύο τρυγόνας τὴν ψυχὴν καὶ τὸ σῶμα. μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης ἀνθομολογησώμεθα. ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώμεθα χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
著作
文本
在新窗口中打开相关段落。