Ἀλλὰ οὐ μάχεσθαί μοι πρόκειται, οὐδὲ γὰρ δεῖ παραμεῖξαι πόλεμον τῇ εἰρήνῃ. Συνχορεῦσαι τῷ ὑπὲρ ἡμῶν σήμερον νενικηκότι παραγενώμεθα, ἀνιόντι τοίνυν αὐτῷ εἰς οὐρανοὺς πάντες ἀκολουθήσωμεν, ῥίψωμεν τὰ σωματικά, ἀποταξώμεθα ταῖς ἡδοναῖς, ὅλοι γενώμεθα πνεύματα ἵνα ἀκολουθήσαντες αὐτῷ ἀκούσωμεν τῶν ἐπουρανίων δυνάμεων λεγούσων· »Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης«. Καὶ πρὸς τὰς ἐρωτώσας· »Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;«, ἀντιφθεγξώμεθα οἱ πεπειραμένοι τῆς εὐεργεσίας καὶ εἴπωμεν οἱ ἐλευθερωθέντες ὅτι »Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς ἐν πολέμῳ, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης«. Οὐδὲν σεσιώπηται τῆς εἰς ἡμᾶς σωτηρίας τοῖς προφήταις, οὐδὲν τεταμίευται ἐν ἀπορρήτοις. Πάντα ὅσα ἔμελλεν πάσχειν ὑπὲρ ἡμῶν ὁ Χριστός, ταῦτα προανετύπωσεν προφητικαῖς φωναῖς, ἵνα ὅταν ἔλθῃ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ πάθῃ τὰ ἀνθρώπων μὴ ξενισθῶμεν οἱ προακούσαντες.