ὁ οὖν τῆς τοῦ Χριστοῦ παρουσίας καιρὸς παροῦσαν ἤδη τὴν ἐπὶ τοῖς ἔθνεσι κρίσιν καὶ δίκην ἐδείκνυεν· ἔμελλον γὰρ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου πλεονεξίας δικαίως αὐτοὺς ἐλεοῦντος τοῦ Χριστοῦ τοῦ δικαίου κριτοῦ. καὶ τοῦτο σημαίνει ὁ λόγος· «οὐ γὰρ» νῦν ὁ κόσμος κατακρίνεται, ὅτε τοῦ δικαιοῦσθαι παρῆν ὁ καιρός· οὕτω γὰρ νοοῦντες κἀκείνῳ τῷ λόγῳ οὐκ ἀντιμαχόμεθα τῷ λέγοντι· «οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ»· οὐδὲ γάρ, ὥς φασί τινες, ὧδε τοὺς σταυρώσαντας τὸν κύριον Ἰουδαίους κόσμον καλεῖ, τοὺς ὑπὲρ τῶν εἰς Χριστὸν τολμημάτων ἀπαιτηθέντας δίκην· ὁ γὰρ τοῦ Χριστοῦ θάνατος τὴν πᾶσαν ἀνθρωπότητα δικαιοῖ. διὸ οὕτω μᾶλλον ἀκόλουθον νοεῖν. ἀκολούθως οὖν τῇ νοήσει ταύτῃ ἔσται ἡ 〈κρίσις〉 κατὰ τοῦ τὸν κόσμον ἠδικηκότος, οὐ μὴν κατὰ τοῦ τοῦ κόσμου τὴν ἀδικίαν ὑπομείναντος. καὶ ὁ ἐπὶ τὸ σῶσαι ἡμᾶς ἐλθὼν πρεπόντως μᾶλλον τοῦτο ἐτέλεσε τὸν ἀδικήσαντα τιμωρησάμενος, τὸν δὲ ἀδικηθέντα ἐλεήσας· ὅρος αὐτῆς ἐνεστώσης κρίσεως τὸ ἐκβληθῆναι 〈ἔξω〉 τὸν ἄρχοντα 〈τοῦ κόσμου τούτου.〉 ἄρχοντα δὲ αὐτὸν καλεῖ οὐ κυρίως ὄντα τοῦτο· μόνος γὰρ τῶν ἁπάντων βασιλεὺς ὁ θεός, ἀλλ᾽ ὅτι ὑπὸ ἀσυνεσίας οἱ ἄνθρωποι ἄρχοντα ἑαυτῶν τοῦτον ἐπεγράψαντο.