Νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευὶ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτὸν δὲ καὶ διειδὲς ἔχοντες ὕδωρ τὴν διὰ Μωϋσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ὑλώδη καὶ γαιώδους ἀκαθαρσίας ἀνάπλεων παρατιθέντες διδασκαλίαν τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. <Καὶ ἀναστήσω ἐπ᾽ αὐτοὺς ποιμένα ἕνα ... τὸν δοῦλόν μου Δαβίδ.> (Cat. f. 225.) Ὅτι δὲ περὶ Χριστοῦ τὰ τοιαῦτά φησιν, ἀταλαίπωρον ἰδεῖν· προτετελευτηκότος γὰρ ἤδη τοῦ μακαρίου Δαβὶδ καὶ ἐν τάφοις ἤδη κειμένου, προεφήτευσε μὲν ὁ μακάριος Ἰεζεκιήλ. Ἐποιεῖτο δὲ τὴν ὑπόσχεσιν ὁ Θεὸς καὶ Πατὴρ ὡς ἐσομένην κατὰ καιροὺς, καὶ οὐχ ὡς ἤδη τετελεσμένην· ἐπὶ γὰρ τοῖς ἐσομένοις αἱ ὑποσχέσεις, οὐκέτι τοῖς ἤδη πεπραγμένοις.