Β Περὶ τοῦ πάντων τῶν ἐκκλησιαστικῶν ἔχειν τὴν ἐξουσίαν τὸν ἐπίσκοπον.
Τὰ δὲ ἀδίκως ληφθέντα παρ᾽ αὐτοῦ χρήματα ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους. Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον, καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπανταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους, τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτε οὖν καὶ ἀπὸ τῆς τινων καρποφορίας· ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ· κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους ἀνεκποιήτως ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοὺς κατὰ καιρὸν τὴν θείαν διέποντας ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.