ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ Ἐκ τοῦ λόγου τοῦ κατὰ Διοδώρου ἐπισκόπου Ταρσῶν Οὗ ἡ ἀρχή αʹ.
ΠΡΟΤΕΤΑΞΕΤΑΙ μὲν τῆς ἀληθείας οὐδὲν παρά γε τοῖς ἀγαπῶσιν αὐτὴν καὶ εὖ εἰδόσι λαλεῖν τὰ περὶ αὐτῆς. {βʹ.} Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν τὴν ἑτερότητα τῶν ἰδιωμάτων καταδεῖξαι βεβουλημένον, σαρκός τε φημὶ καὶ θεότητος, δι᾽ ὧν ἦν εἰκὸς ἐννοιῶν τε καὶ λόγων ἐπ᾽ αὐτὸ δὴ τοῦτο χωρεῖν· οὐ γὰρ ταὐτὸν τό γε ἧκον εἰς ποιότητά φημι τὴν ἐνοῦσαν ἑκατέρῳ τῶν ὠνομασμένων, σῶμά τε καὶ ἀσώματον, ἡ ἐξ ἀνθρωπίνου φυράματος ληφθεῖσα σὰρξ καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος. πλὴν οὐ ταύτης ἕνεκα τῆς αἰτίας διαιρετέον εἰς δύο χριστοὺς καὶ υἱοὺς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν. {γʹ.} Ὅτι δὲ καὶ ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ τοῦ Κυρίου τὴν σάρκα, πλεισταχοῦ μὲν εἴρηται πρὸς ἡμῶν, διαβεβαιούμεθα δὲ καὶ νῦν οὐχ ἑτέρως ἔχειν. {δʹ.} Ἀκουέτω δὴ καὶ πρὸς ἡμῶν ὁ Διόδωρος Εἰ δὴ σάρκα λέγεις ὃν δὴ Ναζωραῖον ἤγουν ἄνθρωπον ἀναληφθέντα καλεῖς, δεῖξον ἡμῖν σεαυτὸν περιστολῆς ἁπάσης καὶ προσωπείου δίχα, εἰπὲ δὴ σαφῶς ἃ φρονεῖν ἀξιοῖς καὶ μὴ ὡς ἄψυχον ἁπλῶς ὀνομάζων σάρκα, πειρῶ συναρπάζειν ἀκροωμένους. ἐπεὶ καὶ ἡμεῖς αὐτοί φαμεν ὅτι κατά γε τὸν ἰδιότητος λόγον, εἴη που ἂν δὴ πάντως ἑτεροφυὴς ἡ σὰρξ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, πλὴν αὐτοῦ γέγονε καθ᾽ ἔνωσιν ἀδιάσπαστον. {εʹ.}