Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Κατὰ Θεοδώρου Μοψουεστίας (Νόθος)
Απόσπασμα από τον δεύτερο λόγο κατά Θεοδώρου
Θεολογική αναφορά στην αδιαίρετη ένωση θείας και ανθρώπινης φύσεως στο πρόσωπο του Χριστού και στη σωτηριολογική ανακαίνιση του ανθρώπου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Απόσπασμα από τον δεύτερο λόγο κατά Θεοδώρου
Θεολογική αναφορά στην αδιαίρετη ένωση θείας και ανθρώπινης φύσεως στο πρόσωπο του Χριστού και στη σωτηριολογική ανακαίνιση του ανθρώπου.
ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ Ἐκ τοῦ πρὸς τὰ Θεοδώρου δευτέρου λόγου Οὗ ἡ ἀρχή Οἱ τὴν ἁγίαν καὶ θεόπνευστον γραφὴν καθαρῷ διανοίας περιαθρήσαντες ὀφθαλμῷ. αʹ. ΤΟΙΣ μαθηταῖς ἔλεγε “Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς ”γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς, ὁ Χριστός·” οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγειλε, τοῦ φαινομένου σώματος τὴν οἰκείαν διώριζε θεότητα, οὐδ᾽ ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρατο εἶναι ψυχῆς καὶ σαρκὸς διωρίζετο οὕτως ἄμφω τυγχάνων Θεός τε καὶ ἄνθρωπος, δοῦλος ὁρώμενος καὶ Κύριος γνωριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῷ ταπεινῷ τῆς ἐνανθρωπήσεως ὑποκρυπτόμενος φρονήματι, τὸ δέ γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῆς θεότητος ὑπεραίρων ἐνεργείᾳ. {βʹ.} Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν κυριακὸν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν· οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ μόνον Υἱὸν καὶ προαιώνιον ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσληφθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, παθητὸν σαρκὶ, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον θεότητι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν᾽ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ ὁ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. {γʹ.}
Ἐπειδὴ γὰρ ἐσαρκώθη ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀνέθαλλεν εἰς ζωὴν ἡ ἀνθρώπου φύσις· γέγονε γὰρ “πρωτεύων ἐν πᾶσιν αὐτός.” καὶ ταύτης ἕνεκα τῆς αἰτίας ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἰδίαν ἐποιήσατο σάρκα τὴν θανάτῳ κάτοχον, ἵνα κρείττονα καὶ θανάτου καὶ φθορᾶς αὐτὴν ἀποφήνας, παραπέμψῃ καὶ εἰς ἡμᾶς τὴν χάριν. ὥσπερ γὰρ κατεβιβάσθημεν εἰς θάνατον ἐν Ἀδὰμ, οὕτως ἐν Χριστῷ τὴν θανάτου παρωσάμενοι τυραννίδα, πρὸς ἀφθαρσίαν ἀναμορφούμεθα.
著作
文本
在新窗口中打开相关段落。