ὥσπερ γὰρ εἰ καὶ γέγονε καθ᾽ ἡμᾶς, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ ἡμᾶς· καὶ εἰ κτίσεως κεχρημάτικε μέρος διὰ τὸ ἀνθρώπινον, ἔχει καὶ οὕτω τὸ ὑπὲρ πᾶσαν εἶναι τὴν κτίσιν. καὶ ὥσπερ μορφὴν δούλου λαβὼν οὐδὲν ἧττόν ἐστι Δεσπότης, ὡμολόγηται δὲ καὶ ὑπάρχειν τῶν ὅλων Κύριος· οὕτω κἂν εἰ λέγοιτο γενέσθαι τυχὸν ὑπὸ νόμον ὡς ἄνθρωπος, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ νόμον ὡς Θεός. τί γὰρ, εἰπέ μοι, φορτικώτερον τοῦ, γέγραπται περὶ αὐτοῦ ὅτι γέγονεν “ὑπὲρ ”ἡμῶν κατάρα,” καὶ πάλιν “Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ”ἡμῶν ἁμαρτίαν ἐποίησεν,” ἀλλ᾽ οὔτε κατάρα ἐστὶν ὁ τὴν ἐφ᾽ ἡμᾶς κατάραν ἄπρακτον ἀποφήνας, οὔτε μὴν ἁμαρτία κατὰ τὸ ἀληθὲς ὁ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀπαλείψας καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἁπάντας ἐλευθερῶν. τί οὖν ἄρα φορτικώτερον τὸ χρηματίσαι κατάραν καὶ ἁμαρτίαν ἢ τὸ μεθ᾽ ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι κατὰ τὸ ἀνθρώπινον; οἰκειοῦται τοίνυν ἅπαντα τὰ τῇ ἀνθρωπότητι πρέποντα διά γε τὸ μεθ᾽ ἡμῶν γενέσθαι κατὰ σάρκα.