Πρὸς ταῦτα λύσις.
Εἰ διὰ τοῦτο γέγονεν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τὰ δικαιοσύνης δεόμενα, ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα, ἡμεῖς ἄρα αὐτῷ γεγόναμεν τοῦ εἶναι αἴτιοι, καὶ οὐδ᾽ ἂν ἐγένετο καθ᾽ ἡμᾶς, εἰ μὴ Θεὸς ἐβουλεύσατο δημιουργῆσαι τὰ γενητά. Καὶ εἰ τῆς ἡμῶν ἕνεκα χρείας ταῦτά ἐστιν, ὄργανον ἄρα τῆς ἡμῶν δημιουργίας ἐστὶν, οὐκ ἐξ ἑαυτοῦ τοιοῦτος ὑπάρχων, ἀλλ᾽ οὕτω γεγονὼς δι᾽ ἡμᾶς. Ἆρ᾽ οὖν ὥσπερ καλεῖται δύναμις διὰ τὰ δυναμούμενα, καὶ σοφία διὰ τὰ σοφούμενα, οὕτω καὶ ὁ Υἱὸς διὰ τὰ υἱοποιούμενα, καὶ οὐδέν ἐστι κυρίως δι᾽ ἑαυτὸν, πάντα δὲ ταῦτα δι᾽ ἡμᾶς. Πῶς οὖν σωθήσεται τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς,» εἴπερ ἡμεῖς αὐτῷ δεδώκαμεν τοῦ εἶναι τὰς αἰτίας; Εἰ γὰρ καὶ αὐτὸς φαίνοιτο τῆς ποιήσεως ἡμῶν αὐτουργὸς, ἀλλ᾽ ἡμεῖς αὐτῷ γεγόναμεν τοῦ εἶναι τὰ σπέρματα, καὶ διὰ τὴν ἡμετέραν χρείαν ἐκτίσθη, καθ᾽ ὑμᾶς. Ὥσπερ ἀμέλει καὶ ὁ οὐρανὸς, ἵνα καλύπτῃ τοὺς ἐπὶ γῆς, καὶ ὁ ἥλιος ἵνα φαίνῃ τοῖς φωτὸς δεομένοις· καὶ ἡ γῆ δὲ ὁμοίως ἵνα τρέφῃ τὰ τροφῆς δεόμενα. Καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ καὶ κτίσμασιν, εἴ γε καὶ αὐτὸς ὡς ἐκεῖνα τάξιν ἔχει τὴν ὑπουργικήν· φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν.