Λεγέσθω τοίνυν καὶ παρ᾽ ἡμῶν ὅτι ἓν τὸ ἀγένητον.
Εἰ δὲ πρὸς τοῦτο φαῖεν, Οὐκοῦν ἀνάγκη πᾶσα συνομολογεῖν γεγενῆσθαι τὸν Υἱὸν, ἐπειδὴ τὸ ἀγένητον ἓν, ὅπερ ἐστὶν ὁ Πατὴρ, ἀντακούσονται πάλιν· Εἰ σοφία καὶ δύναμις, καὶ λόγος τοῦ Πατρός ἐστιν ὁ Υἱός· ἦν δὲ ἀεὶ ἐν Πατρὶ λόγος, καὶ σοφία, καὶ δύναμις, οὐκ ἐπιγέγονεν οὖν ὁ Υἱὸς, ὃς ταῦτά ἐστι καὶ καλεῖται. Ἀλλ᾽ ὥσπερ ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ φωτὸς ἐξέλαμψε φῶς, οὕτω καὶ ἐξ ἀγενήτου ἀγένητος. Δεῖ γὰρ εἶναι τοιοῦτον τὸν Λόγον, ὁποῖός ἐστι καὶ ὁ γεννήσας αὐτόν. Οὕτω γὰρ ἂν τὸ τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ἐπαληθεύοιτο τῷ ἐξ αὐτοῦ γεννωμένῳ. Κωλύει τοίνυν οὐδὲν ἑνὸς ὄντος τοῦ ἀγενήτου Πατρὸς, ἀγένητον εἶναι καὶ τὸν ἐξ αὐτοῦ Λόγον, ὡς ἕν τι μετὰ Πατρὸς καὶ ἐν Πατρὶ νοούμενον διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον· ὃ δὴ καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν· »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» διὰ μὲν τοῦ, ἓν, τὴν ταυτότητα τῆς οὐσίας σημαίνων· διὰ δὲ τοῦ, ἐσμὲν, εις δυάδα τέμνων τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγων Θεότητα.