ΑΛΛΟ.
Ὁ Σωτήρ που φησὶ πρὸς τὴν Μαριὰμ, μετὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι· «Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Θέα δὴ πάλιν μικρὸν ἐπιστήσας τοῖς λεγομένοις τὸν νοῦν, ὅτι πάρεστι κατὰ ἀλήθειαν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος, καὶ οὐχὶ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀπόνοιάν τε ὁμοῦ καὶ ἀπαιδευσίαν. Διασκευάσθω δὴ πάλιν ὁμοῦ κατὰ τόνδε τὸν τρόπον ἡ τοῦ θεωρήματος δύναμις· Εἰς τὸ τῆς ἀνθρωπότητος σχῆμά τε καὶ πρᾶγμα καταβεβηκὼς ὁ Θεὸς Λόγος, ἵνα διασώσῃ τὸν ἄνθρωπον, ἅτε δὴ λοιπὸν τοῦτο γεγονὼς ὅπερ ἡμεῖς κατὰ φύσιν ἐσμὲν, λαμβάνει μὲν εἰς ἑαυτὸν τὰ τῆς ἀνθρωπότητος ἴδια· τὰ δὲ οἰκεῖα πάλιν αὐτὸς ἀντιδίδωσιν ἡμῖν, καὶ οὕτως εἰς τὴν αὐτῷ φύσει πρέπουσαν τιμὴν ἀναφέρει τὸν ἄνθρωπον, αὐτῆς ἀρχαίας κατολισθήσαντα δόξης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Ἀναμίξας τοίνυν τρόπον τινὰ καὶ ἀνακεράσας ἡμᾶς ἐν ἑαυτῷ, καὶ πάλιν ἡμῖν ἑαυτὸν, κάτεισι μὲν εἰς τὰ ἡμέτερα αὐτὸς, ἀναρπάζει δὲ ἡμᾶς εἰς τὰ ἑαυτοῦ· οἷον ἄνθρωποι μὲν κατὰ φύσιν ἡμεῖς, αὐτὸς δὲ εἰς τὸ παρὰ φύσιν διὰ φιλανθρωπίαν καταδραμὼν, γέγονεν ἄνθρωπος. Δοῦλοι Θεοῦ κατὰ φύσιν ἡμεῖς ὡς ποιήματα· δοῦλος ἐχρημάτισε καὶ αὐτὸς εἰς τὸ παρὰ φύσιν ἐνεχθεὶς, ὅτε γέγονεν ἄνθρωπος.