Πρὸς τοῦτο λύσις.
Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι᾽ αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· «Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον.