Α— Ἀνεπιτήδευτον μέν, ὦ φιλότης, τοῖς ἀσυνέτοις οὐδέν, ἑτοιμότατα δὲ καταθρώσκουσιν «εἰς πέταυρον ᾅδου,» κατὰ τὸ γεγραμμένον, καὶ εἰς παγίδα θανάτου, «μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται.» Τίνες δ᾽ ἂν εἶεν οἱ παρ᾽ ἑκάστῳ θρύλλοι καὶ τὰ σεμνὰ μυθάρια, φαίης ἄν, ὦ γενναῖε. Β— Πάνυ μὲν οὖν. Οἱ μὲν γάρ, ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, οὐ μὴν ὅτι καὶ πεφόρεκε τὴν ἐκ τῆς Παρθένου σάρκα διειπεῖν τετολμήκασι. Καταψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν. Ἕτεροι δ᾽ αὖ, κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι, καὶ ἐκ τῆς ἄγαν ἀμαθίας, νόθην τινὰ καὶ παρεφθαρμένην νοσοῦντες εὐλάβειαν, παρατετράφθαι φασὶ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ Παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες, καὶ τὸ ἀπρεπὲς καταγράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας. Οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ Θεὸν Λόγον εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε ὅτε καὶ τῆς κατὰ σάρκα γενέσεως ἔλαχε τὴν ἀρχήν. Εἰσὶ δὲ οἱ καὶ πρὸς τοῦτο μανίας δυσσεβῶς ἠγμένοι ὥστε καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασιν εἶναι Λόγον, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός.