ΕΠΙΛΥΣΙΣ.
Ἄπιστά τινες, ὡς ἔμαθον, καὶ γελοιότητος τῆς ἐσχάτης ἐπίμεστα ῥημάτια περικομίζουσι, “τὰ ἀπὸ καρδίας αὐτῶν ”λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου,” κατὰ τὸ γεγραμμένον. ὅπου γὰρ τὸ τῆς ἀληθείας οὐ διαφαίνεται κάλλος, ἐκεῖ πάντως ὁ τοῦ ψεύδους πατὴρ ἐκχεῖ τῆς ἐνούσης αὐτῷ σκαιότητος τὸν ἀνδροκτόνον ἰόν. μανθάνω τοίνυν τινὰς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας διακεῖσθαι καὶ λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ μετὰ σαρκὸς συναναστραφεὶς τοῖς ἐπὶ τῆς γῆς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν ἢ ἐκεῖνο φάναι, ὅτι ποσότητι μετρητός ἐστι, καὶ περιληπτὴν ἔχει τὴν φύσιν, καὶ ἐν τόπῳ μένει καθὰ καὶ τὰ σώματα, ἤγουν τὰ ἕτερα τῶν κτισμάτων. ἠγνόησαν δὲ ἴσως ὅτι τὸ θεῖον ἀσώματόν ἐστιν, ἀσχημάτιστον, ἀμερὲς, οὐ ποσότητι μετρητὸν, οὐ τόπῳ περιγραφόμενον, ἀλλὰ πληροῦν μὲν τὰ πάντα καὶ ἐν πᾶσιν ὂν, ἀχώρητον ὂν κατ᾽ ἰδίαν φύσιν. γέγραπται γὰρ ὅτι “Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματος σοῦ, ”καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς “τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, παρεῖ· ”ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατα- “σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ ”σου ὁδηγήσει με.”