Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Πρὸς τὸν ἄριστον ἐπίσκοπον
Η πρώτη ερμηνεία και η βιβλική σημασία του αριθμού επτά
Εξετάζεται η απλή ερμηνεία της ανταπόδοσης των ποινών και αναλύεται η συμβολική χρήση του αριθμού επτά στην Αγία Γραφή.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η πρώτη ερμηνεία και η βιβλική σημασία του αριθμού επτά
Εξετάζεται η απλή ερμηνεία της ανταπόδοσης των ποινών και αναλύεται η συμβολική χρήση του αριθμού επτά στην Αγία Γραφή.
Ἔστιν οὖν τὸ ῥητὸν, καὶ ἀπλῶς οὕτω νοηθῆναι δυνάμενον, καὶ ἀποίκιλον ἐπιδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα, καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆσαι διάνοια, αὕτη ἐστίν· ὅτι δεῖ τὸν Καῒν ἑπταπλασίωνα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαιοκρίτου ἴσας πρὸς ἴσας ὁρίζειν ἀνταποδόσεις· ἀλλ᾽ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, ἢ μέλλει αὐτὸς βελτίων ταῖς τιμωρίαις γενέσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιῆσαι τῷ ὑποδείγματι. Οὐκοῦν ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Καΐν, παραλύσει, φησὶν, τούτῳ τῷ ὑπὸ τῆς θείας κρίσεως ἐπ᾽ αὐτῷ δεδογμένον, ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ὑποπίπτων. Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον, πῶς ἐν τῷ ἑπτάκις πληροῦται καὶ τὰ ἐκδικούμενα; πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. «Ποσάκις, φησὶ, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ (ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); ἕως ἑπτάκις;»
Εἶτα ἀπόκρισις τοῦ Κυρίου· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά·» οὐ γὰρ ἐπ᾽ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο. Καὶ δι᾽ ἑπτὰ ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸ ὀνομαστὸν Ἰωβίλαιον ἐποίουν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζεν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαὶ, καὶ δουλείας ἀπαλλαγὴ, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ, τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ᾽ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκα εἵλοντο πονηρεύεσθαι.
著作
文本
在新窗口中打开相关段落。