阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Θησαυρὸς περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Απόδειξη της κατά φύσιν θεότητας του Υιού

Θεολογικοί συλλογισμοί και επιλογή χωρίων από την Καινή Διαθήκη που τεκμηριώνουν το άκτιστο και τέλειο της θεότητας του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

Κεφάλαιον ΛΒ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς καινῆς διαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα.

Ἄλλο. Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν εἰ μόνῃ τὸ παντέλειον τῇ θείᾳ τετήρηται φύσει, ἅτε δὴ καὶ δεομένῃ τῶν παρ᾽ ἑτέρου μηδενὸς, πληροῦν δὲ μᾶλλον ἐχούσῃ τε καὶ ἰσχυούσῃ, τὰ ὅσα περ ἂν αὐτῆς ὑπάρχοι δεκτικά· τοῦτο δέ ἐστιν ἐν Χριστῷ, πῶς ἂν εἴη τῆς θείας οὐσίας ἀλλότριος, ὁ τὰ ἐκείνης ἐνεργῶν, καὶ τοῦτο ὕπαρχον, ὅπερ ἂν ἐκείνην ὁρισαίμεθα, κατά γε τὸν τῆς τελειότητος λόγον; πῶς ἂν οὖν δέχοιτο τὴν οὕτως ἔχουσαν τοῦ Υἱοῦ φύσιν εἶναι γενητὴν, ἀκούσεται γὰρ μεθ᾽ ἡμῶν· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες! ὅπερ ἐστιν ἀσεβέστατον.