Ἐνεργεῖ μέντοι καὶ ὁ Σατανᾶς μετὰ τοῦτο τῇ ψυχῇ καθάπερ τὸ πρὶν καὶ χείρω δὲ τὰ πολλά, οὐχ ὡς συμπαρὼν δὲ τῇ χάριτι, μὴ γένοιτο, ἀλλὰ καπνίζων ὥσπερ τὸν νοῦν διὰ τῆς ὑγρότητος τοῦ σώματος τὴν ἡδύτητα τῶν ἀλόγων ἡδονῶν· παραχωρήσει δὲ τοῦ θεοῦ τοῦτο γίνεται, ἵνα διὰ τῆς ζάλης καὶ τοῦ πυρὸς τῆς δοκιμασίας διερχόμενος ὁ ἄνθρωπος οὕτως ἐν ἀπολαύσει, εἰ θέλει, γένηται τοῦ ἀγαθοῦ. Διήλθομεν γάρ, φησίν, διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
{οζʹ.} Ἡ χάρις, ὡς ἔφην, ἀπ’ αὐτῆς τῆς ῥοπῆς ἐν ᾗ βαπτιζόμεθα, ἐν αὐτῷ τῷ βάθει τοῦ νοῦ ἐγκρύπτεται, αὐτὴν τὴν αἴσθησιν αὐτοῦ κρύπτουσα τὴν ἑαυτῆς παρουσίαν· ἐπειδὰν δὲ ἄρξηταί τις ἐκ πάσης προθέσεως ἐρᾶν τοῦ θεοῦ, τότε ἀρρήτῳ τινὶ λόγῳ διὰ τῆς τοῦ νοῦ αἰσθήσεως προσομιλεῖ τῇ ψυχῇ μέρος τι τῶν ἑαυτῆς ἀγαθῶν. Ὅθεν εἰς ἐπιθυμίαν λοιπὸν ὁ τοῦτο ὅλως θέλων ἀσφαλῶς τὸ εὕρημα κρατεῖν ἔρχεται τοῦ πάντα τὰ παρόντα μετὰ πολλῆς χαρᾶς ἀποκτήσασθαι ἀγαθά, ἵνα τὸν ἀγρὸν ὄντως κτήσηται ἐν ᾧπερ εὗρε τὸν θησαυρὸν κεκρυμμένον τῆς ζωῆς. Ὅταν γὰρ πάντα τις ἀποκτήσηται τὸν βιωτικὸν πλοῦτον, τότε εὑρίσκει τὸν τόπον ἐν ᾧ ἡ χάρις κατεκέκρυπται τοῦ θεοῦ.