Ἔργον
Διάδοχος Φωτικῆς – Κατήχησις (Νόθος)
Η σχέση του Θεού με τον κόσμο και η πανταχού παρουσία Του
Ερωταποκρίσεις σχετικά με την ύπαρξη του κόσμου στον Θεό προ της δημιουργίας, την παρουσία Του στην κτίση και τον απερίγραπτο χαρακτήρα Του.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η σχέση του Θεού με τον κόσμο και η πανταχού παρουσία Του
Ερωταποκρίσεις σχετικά με την ύπαρξη του κόσμου στον Θεό προ της δημιουργίας, την παρουσία Του στην κτίση και τον απερίγραπτο χαρακτήρα Του.
Τοῦ αὐτοῦ Διαδόχου ἐρωτήσεις καὶ ἀποκρίσεις. αʹ Ἐρ. Τί ἧν ἐν τῷ κόσμῳ πρὸ τοῦ τὸν κόσμον γενέσθαι; Ἀπ. Θεός, ὁ τὸν κόσμον ποιήσας. βʹ Ἐρ. Μήπω ὄντος τοῦ κόσμου, πῶς ἧν ἐν τῷ κόσμῳ; Ἀπ. Ὅτι, καὶ πρὸ τοῦ γενέσθαι, ἐν τῷ Θεῷ πάντως ὡς γεγονὼς ἧν ὁ κόσμος· καθὸ καὶ οἱ μήπω παραχθέντες ἄνθρωποι ἐν τῷ κόσμῳ, ὡς ἤδη γεγενημένοι εἰσὶ παρὰ τῷ Θεῷ.
Συνέστηκε γὰρ ἐν αὐτῷ τὰ πάντα καὶ τὰ μήπω κτισθέντα, εἰ καὶ μὴ καταλαμβάνονται παρ’ ἡμῶν. γ Ἐρ. Εἰ οὖν, ὡς λέγεις, ἐν τῷ κόσμῳ ἧν ὁ Θεὸς πρὸ τοῦ τὸν κόσμον γενέσθαι παρ’ αὐτοῦ, τί γέγονεν ὁ θεὸς ὅτε τὸν κόσμον τοῦτον παρήγαγεν; ἆρα διέστη τοῦ κόσμου; ἢ καὶ αὖθις ἐν τῷ κόσμῳ ἐστίν;
Ἀπ. Τόπῳ μὲν οὐ διέστη τῶν αὑτοῦ ποιημάτων ὁ ταῦτα ποιήσας Θεός· ποῦ γὰρ ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα τῆς ἰδίας πληρῶν θεότητος μεταστήσεται; τῇ δὲ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τοῖς λοιποῖς ἰδιώμασι πάσης κτιστῆς ὑπέρκειται φύσεως· καὶ ἀμετρήτως καὶ ἀκαταλήπτως ταύτης διέστηκεν. δʹ Ἐρ. Πῶς, τόπῳ μὴ διεστηκὼς ἀλλὰ πανταχοῦ, ὡς λέγεις, παρών, ἀποκεχωρισμένος τῶν πάντων ἐστίν;
Ἀπ. Δυσνόητον μὲν τὸ ἐρώτημα, οὐ μέντοι γε δύσφραστον· Θεῷ δὲ ἀδυνατεῖ οὐδέν· ὅθεν δυνατός ἐστι καὶ περὶ τούτου πληροφορῆσαί σε. Ἀλλ’ ἄκουε συνετῶς· καθάπερ ὁ νοῦς ἡμῶν τῶν ἀνθρώπων οὔτε συνέχεται ὑπὸ τοίχων οὔτε τόπῳ περιορίζεται, ἀλλὰ τὸ μὲν σῶμα οἰκίσκῳ ἐγκλείεται καὶ δεσμοῖς περισφίγγεται, αὐτὸς δ’ ἐκτός ἐστι τούτων καὶ ἐλευθερίως πανταχοῦ περίεισι, μήτε τοῦ σώματος χωριζόμενος μήτε τῆς οἰκίας μακρὰν γινόμενος, ἀλλ’ οἱονεὶ καὶ σύνεστι τούτοις κεχωρισμένος καὶ κεχώρισται ἡνωμένος αὐτοῖς, οὕτω καὶ ὁ θεὸς πανταχοῦ καὶ ἐν πᾶσίν ἐστιν καὶ ἔξω πάντων· καὶ οὐδαμοῦ τῇ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῇ δόξῃ ἐστίν· ἀπερίγραπτος γάρ. εʹ Ἐρ. Ὁ οὖν ἀπερίγραπτος πῶς τὰ πάντα πληροῖ; ὁ δὲ τὰ πάντα πληρῶν πῶς ἀπερίγραπτος καὶ οὐδαμοῦ ἐστιν;
著作
文本
在新窗口中打开相关段落。