阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Δωρόθεος Γάζης – Γνῶμαι

Δωρόθεος Γάζης

Εγκατάλειψη του ιδίου θελήματος και αποφυγή της κατάκρισης

Γνώμες του αββά Δωροθέου σχετικά με τους κινδύνους της εμπιστοσύνης στην προσωπική κρίση, την περικοπή του θελήματος και την πνευματική στάση απέναντι στους αντιλέγοντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ ΑΒΒΑ ΔΩΡΟΘΕΟΥ ΡΗΜΑΤΑ ΔΙΑΦΟΡΑ ΕΝ ΣΥΝΤΟΜΩ 202. 1. Ὁ ἀββᾶς Δωρόθεος ἔλεγεν ὅτι ἀδύνατόν ἐστι τὸν ἔχοντα ἰδίαν σύνεσιν ἢ ἴδιον λογισμὸν ὑποταγῆναι ἢ ἀκολουθῆσαι τῷ καλῷ τοῦ πλήσιον. 2. Ἔλεγε πάλιν ὅτι ἐμπαθεῖς ὄντες, οὐκ ὀφείλομεν ὅλως πιστεύειν τῇ ἰδίᾳ καρδίᾳ· σκαμβὸς γὰρ κανὼν καὶ τὰ ὀρθὰ σκαμβὰ ποιεῖ.

3. Ἔλεγε πάλιν ὅτι ὁ μὴ καταφρονῶν πάσης ὕλης καὶ δόξης καὶ σωματικῆς ἀναπαύσεως, ἔτι μὴν καὶ τῶν δικαιωμάτων, οὐ δύναται κόψαι τὰ θελήματα αὐτοῦ, οὐδὲ ἀπαλλάσσεται ὀργῆς καὶ λύπης, οὐδὲ ἀναπαύει τὸν πλησίον.

4. Ἔλεγε πάλιν ὅτι οὐκ ἔστι μέγα τὸ μὴ κρῖναι ἢ καὶ συμπαθῆσαι τῷ ἐν θλίψει ὄντι καὶ ὑποπίπτοντί σοι· μέγα δέ ἐστι τὸ μὴ κρῖναι ἢ ἀντιπαθῆσαι τῷ διὰ πάθος ἴδιον ἀντιλέγοντί σοι, μηδὲ συμπεισθῆναι μετὰ τοῦ κρίνοντος αὐτὸν καὶ τὸ συγχαρῆναι τῷ προτιμωμένῳ σοι.