Ἔργον
Ἐφραίμ ὁ Σύρος – Ἀποσπάσματα
Η δημιουργία του Αδάμ και η φύση της ψυχής
Θεολογική προσέγγιση του θείου εμφυσήματος, της σχέσης ψυχής και σώματος, και της τοποθέτησης του πρώτου ανθρώπου στον παράδεισο.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η δημιουργία του Αδάμ και η φύση της ψυχής
Θεολογική προσέγγιση του θείου εμφυσήματος, της σχέσης ψυχής και σώματος, και της τοποθέτησης του πρώτου ανθρώπου στον παράδεισο.
Περὶ τοῦ ἐμφυσήματος Οὕτως ἐστὶν ἡ ψυχὴ ἐν τῷ σώματι, ὡς δεσμὸς φυσικὸς δυσδιάλυτος. Ὁ δὲ χωρισμὸς αὐτῆς δηλοῖ τὸν δεσμόν, ὅτι ἀφίησι τὸ πλάσμα ὁλόκληρον, ἵνα δείξῃ ὅτι οὐχ ὡς μέρος σαρκός ἐστιν, οἰκείαν δὲ ἔχει ὑπόστασιν. Οὕτως ἐν πᾶσιν ἐνεργεῖ, ὡς ἄρχουσα τοῦ σώματος. Οὕτως ἐνεργεῖ τὴν ζωὴν ἐν σαρκί, ὡς φυσικῷ κρατουμένη δεσμῷ. Οὐ χρῄζει φαγεῖν, ἄνευ δὲ αὐτῆς οὐ δύναται ἡ σὰρξ ἑστιᾶσαι· οὐ γάρ ἐστιν ἄλλη ψυχὴ ἐν τοῖς αἰσθητοῖς ἐνεργοῦσα, ἑτέρα δὲ ἐν τοῖς νοητοῖς. Συγγεγένηται ἡ ψυχή, ἀλλ᾽ οὐ συνέσπαρται· συνεκτίσθη τῷ σώματι, ἀλλ᾽ οἰκείαν ἔχουσα ὑπόστασιν· ἡ γὰρ φύσις ἐστὶν ὁ δεσμός, ἥτις ἐν τῷ σώματι συσπείρεται, καὶ τὴν ψυχὴν συγκτιζομένην κρατεῖ. Ὁ σπόρος ἐκ συνουσίας· ἡ δὲ πλάσις τοῦ ἀνθρώπου ἐκ θείου Πνεύματος. Τότε συγκτίζεται ἡ ψυχή, ὅτε καὶ τὸ σῶμα τοῦ ἀνθρώπου εἰκόνα λαμβάνει, εἰς ἀποδιάκρισιν τοῦ συγκεχυμένου σπέρματος. Ἐκτὸς τοῦ εἴδους ἐστὶν ἡ συνουσία· παραχωρεῖ γὰρ τῷ Κτίστῃ τὴν διάπλασιν. Ἄνευ μελῶν τὸ καταβληθέν ἐστι σὰρξ ἄμορος· οὐ γὰρ δύναται ἡ φύσις δίχα Θεοῦ παραστῆσαι ἄνθρωπον.
Αὐτὸς γὰρ εἶπε τῷ Ἱερεμίᾳ· πρὸ τοῦ με πλάσαι 〈σε〉 ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Τί οὖν ἐστιν ἡ φύσις; Ὕλης μόρφωσις, τὸν Δημιουργὸν προκαλουμένη εἰς χορηγίαν τῆς ὑποστάσεως, καὶ εἰς τὴν τοῦ γένους διαμονὴν τὸ θεῖον Πνεῦμα. Ἐνεφύσησε δὲ ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ· ἐκ τοῦ κυρίου μέρους τῆς ὄψεως δεικνὺς τὸ ἀξίωμα τῆς ψυχῆς, ὅτι ἡγεῖται παρ᾽ αὐτοῦ τῆς ὑποστάσεως. Εἶπε δέ, ὅτι ἐγένετο εἰς ψυχὴν ζῶσαν, δηλῶν ὅτι τότε ἐγένετο εἰς ψυχὴν ζῶσαν, καὶ οὐ πρὸ χρόνου τινός.
Εἶπεν ὅτι ἔθετο αὐτὸν ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον, μηνύων τὴν διὰ σώματος πρᾶξιν τῆς ψυχῆς. Εἶπεν ὅτι καὶ ἐντολὴν διέθετο πρὸς αὐτὸν περὶ τοῦ ξύλου τοῦ διπλοῦ, αἰνιττόμενος ὅτι πρὸ τούτου οὔπωγε ἔμαθε τί ἐστι γνῶσις καλοῦ καὶ πονηροῦ ἡ ψυχή, ἐπεὶ μηδὲ ἦν.
著作
文本
在新窗口中打开相关段落。