Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Τελική προτροπή και ικετήρια δοξολογία
Καταληκτήρια έκκληση για συνεχή πνευματικό αγώνα, συνοδευόμενη από προσευχή προς τον Υιό του Θεού για σωτηρία και έλεος.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τελική προτροπή και ικετήρια δοξολογία
Καταληκτήρια έκκληση για συνεχή πνευματικό αγώνα, συνοδευόμενη από προσευχή προς τον Υιό του Θεού για σωτηρία και έλεος.
Δεῦτε, φίλοι μου· δεῦτε σπουδάσωμεν· δεῦτε προσπέσωμεν αὐτῷ· πενθήσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ ἀναιδῶς, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν ψυχῆς. Συνίετε τὰς μεθοδείας τοῦ ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου καὶ μισοκάλου, ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην πολυκτημοσύνης, μετεωρισμὸν τοῦ αἰῶνος τούτου, καὶ ἡδονὴν σαρκικήν, ἔτι δὲ καὶ πολυχρονίαν τῆς παρούσης ζωῆς τὴν προσδοκίαν, δειλίαν εἰς τὴν ἄσκησιν, καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, ὕπνον εἰς τὴν ψαλμῳδίαν καὶ ἀνάπαυσιν σαρκικήν. Ὅσον ἐκεῖνος σπουδάζει, τοσοῦτον ἡμεῖς ἀμελοῦμεν καὶ ῥᾳθυμοῦμεν. Ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δόξης ἔρχεται μετ᾽ εὐπρεπείας τῆς ὡραιότητος αὑτοῦ, καὶ μετὰ φοβερῶν δυνάμεων τῆς βασιλείας αὑτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φοβοῦμαι, ἀδελφοί μου, μήποτε ἐφ᾽ ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου ὁ λέγων, ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ βληθήσεσθε ἔξω.
Παρακαλῶ σε, τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημένου Πατρός, χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος ἐκ δεξιῶν τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ καὶ ἀνεξιχνίαστε Χριστὲ καὶ ἀνεξερεύνητε Θεέ, καύχημα καὶ χαρὰ τοῖς ἀγαπῶσί σε, ζωή μου, Χριστέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου. Ὁ κοπιῶν ἐργάτης προσδοκᾷ τοὺς μισθοὺς αὑτοῦ κομίσασθαι. Οἴμοι ὅτι κοπιᾷ ἡ γλῶσσά μου εἰς δοξολογίαν, ἀλλ᾽ ὡς ἐποίησα, μὴ ἀνταποδώσῃς μοι κατὰ τὰ ἔργα μου.
Ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου, καὶ οἰκτείρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου. Ὅτι σὺ εὐλογημένος εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。