Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου
Τυπολογική αναφορά στην πτώση του Ισραήλ
Ιστορικό παράδειγμα της πτώσης των Ισραηλιτών μέσω της συμβουλής του Βαλαάμ, ως προτύπωση των δαιμονικών μεθοδειών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τυπολογική αναφορά στην πτώση του Ισραήλ
Ιστορικό παράδειγμα της πτώσης των Ισραηλιτών μέσω της συμβουλής του Βαλαάμ, ως προτύπωση των δαιμονικών μεθοδειών.
Ἀσύγγνωστος ὁ τοιοῦτος εὑρίσκεται ἐν τῇ κρίσει· αὐτοψεὶ γὰρ ἐπίστευσεν τῷ τυράννῳ ἑκουσίως. Πολλῶν εὐχῶν καὶ δακρύων χρῄζομεν, ὦ ἀγαπητοί, ἵνα τις ἡμῶν ἑδραῖος εὑρεθῇ ἐν τοῖς πειρασμοῖς. Πολλά εἰσι φαντάσματα τοῦ θηρίου γινόμενα· θεομάχος γὰρ τυγχάνων πάντας θέλει ἀπολέσθαι. Ἀκούσατε, φιλόχριστοι ἀδελφοί μου, τί ἔπραξε τῷ Ἰσραὴλ ἐν ἐρήμῳ ἐξιόντι ἐξ Αἰγύπτου· πῶς ἐτεχνάσατο ὁ ἄθλιος καὶ παμμίαρος ἐγράσασθαι τοὺς πάντας τὴν πάνδεινον ἁμαρτίαν· ὑπέβαλε τῷ Βαλαὰμ ὥστε δοῦναι τῷ Βαλάκ, τῷ βασιλεῖ τῆς Μαδιάμ, τὴν κακίστην συμβουλίαν, ὅπως στήσῃ τὰς γυναῖκας τῆς πόλεως ἐν ταῖς σκηναῖς καὶ τὸν λαὸν δελεάσῃ εἰς πορνείαν καὶ θυσίαν, ἵνα ὁ Θεὸς ὡς ἀσεβεῖς ἄρδην αὐτοὺς ἀπολέσῃ, ὅταν πάντες πορνεύσωσιν ὡς ἄλογα ἐν γυναιξί. Καὶ ἵστησι τὰς γυναῖκας ἀναισχύντως δημοσίᾳ, καὶ τραπέζας πλήρεις σπονδῶν καὶ θυσιῶν πρὸ τῶν θυρῶν, πάντας ἕλκων εἰς θάνατον, ἵνα ὁ θέλων πορνεῦσαι μετ᾽ ἐκείνων τῶν μιαρῶν πρῶτον σπονδὴν ποιήσεται καὶ ἔπειτα εἰσίεται· οὐ γὰρ μισθὸν ἐλάμβανον αἱ γυναῖκες παρὰ τοῦ λαοῦ, ἀλλὰ θύειν ἠνάγκαζον πάντας τοὺς προσερχομένους.
Ἵστησί τε τοῖς ἄρχουσι τῶν ἀρχόντων θυγατέρας, ὁμοίως δὲ καὶ πλουσίοις θυγατέρας τῶν πλουσίων, τὰς δὲ πλείστας τῶν γυναικῶν λεπτῷ δήμῳ παντὶ λαῷ, βουλόμενος πάντας ἅπαξ ἀγρεῦσαι εἰς θάνατον, ὅπως μηδὲ ὁ πλούσιος βδελύσσεται τὴν πενιχράν, μηδὲ ὁ ἄρχων τὴν τυχοῦσαν θυγατέρα ἐλευθέρου.
著作
文本
在新窗口中打开相关段落。