Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου
Τελική προτροπή σε μαρτυρικό φρόνημα
Ενθάρρυνση προς τους πιστούς για ανυποχώρητο πνευματικό αγώνα, ομολογία μέχρι θανάτου και απόλυτη εμπιστοσύνη στη δύναμη του Σωτήρος.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τελική προτροπή σε μαρτυρικό φρόνημα
Ενθάρρυνση προς τους πιστούς για ανυποχώρητο πνευματικό αγώνα, ομολογία μέχρι θανάτου και απόλυτη εμπιστοσύνη στη δύναμη του Σωτήρος.
Λοιπὸν οὖν, ὦ ἀδελφοί μου, φρικτὸς ἀγὼν ἐν ἅπασι τοῖς φιλοχρίστοις ἀνθρώποις, πιστοῖς οὖσι καὶ δυνατοῖς, ἵνα ἅπαξ μέχρις ὥρας τοῦ θανάτου μὴ ἐνδῶσι, μήτε στῆναι χαυνότητι, ὅταν χαράσσῃ ὁ Δράκων τὴν σφραγῖδα τὴν ἑαυτοῦ ἀντὶ σταυροῦ τοῦ Σωτῆρος. Παντὶ γὰρ τρόπῳ τεχνάζει, ἵνα παντελῶς τὸ ὄνομα τοῦ Κυρίου καὶ Σωτῆρος, μήτε ὅλως ὀνομασθῇ ἐν τοῖς καιροῖς τοῦ Δράκοντος τὸ πανάγιον καὶ ἄχραντον ὄνομα. Φοβούμενος δὲ καὶ τρέμων ἐξ ἁγίας δυνάμεως ὀνόματος τοῦ Σωτῆρος τοῦτο ποιεῖ ὁ ἀσθενής. Ἐὰν γάρ τις μὴ σφραγίζηται τὴν σφραγῖδα τὴν ἐκείνου, οὐ γίνεται αἰχμάλωτος τῶν ἐκείνου φαντασμάτων· οὐδ᾽ αὖ πάλιν ὁ Κύριος ἀφίσταται ἐκ τοῦ τοιούτου, ἀλλὰ φωτίζει καρδίαν καὶ ἑλκύει πρὸς ἑαυτόν. Δεῖ δὲ ἡμᾶς νοεῖν, ἀδελφοί, μετὰ πάσης ἀκριβείας τὰ τοῦ Ἐχθροῦ φαντάσματα, ἀλάστορος ὑπάρχοντος. Ἐν γαλήνῃ ὁ Κύριος ἔρχεται πᾶσιν ἡμῖν, ἀποκρούσασθαι δι᾽ ἡμᾶς τοῦ θηρὸς τὰ τεχνάσματα. Τὴν ἀκλινῆ πίστιν Χριστοῦ εἰλικρινῶς βαστάζοντες, εὐρίπιστον ποιήσομεν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Λογισμὸν ἀμετάθετον καὶ εὐσεβῆ κτησώμεθα, καὶ ἀφίσταται ὁ ἀσθενὴς ἀφ᾽ ἡμῶν, μὴ ἰσχύων τί ποιῆσαι.
著作
文本
在新窗口中打开相关段落。