Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραάμ
Προοίμιο και η θεία προσταγή
Εισαγωγή στον λόγο για τον Αβραάμ και αναφορά στην ακατάληπτη εντολή της θυσίας του Ισαάκ.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο και η θεία προσταγή
Εισαγωγή στον λόγο για τον Αβραάμ και αναφορά στην ακατάληπτη εντολή της θυσίας του Ισαάκ.
Λόγος εἰς τὸν Ἀβραάμ Δειλιῶ τὸν Ἀβραὰμ ὡς τὴν ἐμὴν ὑπερβαίνοντα γλῶτταν· καὶ πρὸς τὴν αὐτοῦ μνήμην προλαβοῦσά με πάλιν ἐπαγγελία καθέλκει· καὶ τῆς ἀρετῆς ἐκείνου τὸ πέλαγος δέδοικα. Πῶς γὰρ δυναίμην πρὸς λιμένας ἐλαύνειν ἅπαξ τοσαῦτα καταρξάμενος πλέειν; Σήμερον δὲ ἴδωμεν, εἰ μέχρι τέλους ἐπὶ τῆς αὐτῆς ἔμεινε γνώμης ὁ δίκαιος.
Τί δὲ τὸ κελευσθέν; Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Πῶς οὐ κατεπλάγη καὶ ψιλῇ τῇ τῶν ῥημάτων ἀκοῇ ὁ Ἀβραάμ; Πῶς νήφων ἔμεινεν ἔτι; Πῶς οὐ γέγονεν ἄφωνος; Πῶς αὐτῶν ἄφνω τῶν φρενῶν οὐκ ἐστερήθη;
著作
文本
在新窗口中打开相关段落。