Μὴ σήμερον ἀναγνώσῃς, καὶ αὔριον κιθαρίσῃς. Μὴ σήμερον ἐγκρατεύσῃς, καὶ αὔριον προσέλθῃς περιφερόμενος καὶ καταγελώμενος ὑπὸ πάντων. Μή, ἀδελφοί, οὕτως ἀπολέσωμεν τὸν καιρὸν τῆς σωτηρίας ἡμῶν, παίζοντες καὶ παιζόμενοι. Γενοῦ ὡς καλὸς γεωργὸς ἐργαζόμενος καὶ φυλάττων. Μὴ περικακήσῃς, ἀδελφέ, τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς. Μὴ ἀπώσῃ τὴν ξηροφαγίαν, μὴ ἀποστῇς τῆς ἀγρυπνίας, μὴ ἀκηδιάσῃς τὴν χαμαικοιτίαν, μὴ ἐγκαταλίπῃς τὴν ψαλμῳδίαν. Ταῦτα γὰρ καὶ τὰ ὅμοια τούτων εἰς ζωὴν καὶ χαρὰν καὶ εὐφροσύνην καὶ ἀνάπαυσιν παραπέμπουσί σε αἰώνιον. Ἀγάπησον σιωπὴν ἀπὸ κακῆς ὁμιλίας. Αἱ τῶν βιωτικῶν ὁμιλίαι τὸν νοῦν ἀπὸ Θεοῦ χωρίζουσι.