Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν σταυρόν
Αντιπαραβολή του δέντρου της Εδέμ και του ξύλου του Σταυρού
Σύγκριση του καρπού και των ιδιοτήτων του δέντρου του παραδείσου με τη ζωοποιό χάρη και την αιώνια ζωή που προσφέρει ο Σταυρός του Χριστού.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Αντιπαραβολή του δέντρου της Εδέμ και του ξύλου του Σταυρού
Σύγκριση του καρπού και των ιδιοτήτων του δέντρου του παραδείσου με τη ζωοποιό χάρη και την αιώνια ζωή που προσφέρει ο Σταυρός του Χριστού.
Λόγος ἐν τῷ σταυρῷ, ἐπὶ τῶν ἐγκαινίων, καὶ περὶ τοῦ ἁγίου ξύλου τοῦ σταυροῦ Ἐν τοῖς ἁγίοις τόποις οὕτως ἐστὶν ὁ σταυρός, ἀδελφοί, ὡς τὸ ξύλον τὸ πεφυτευμένον ἐν μέσῳ τοῦ παραδείσου. Ἐκεῖνο τὸ δένδρον καρπὸν ζωῆς ἔφερε, τοῦτο τὸ ξύλον ζωῆς αἰωνίου πηγὴν προεβάλετο· ἐκεῖνο τὸ δένδρον πηγὴν εἶχεν ἐν πλευρᾷ κειμένην εἰς ἀρδείαν αἰώνιον, καὶ τοῦτο τὸ ξύλον προείκατο καρπὸν καὶ ἐκ πλευρᾶς πηγὴν αἵματος καὶ ὕδατος ἐξέβλυσεν· ἐκεῖνο 〈τὸ〉 δένδρον ἦν ἐν μέσῳ τοῦ παραδείσου, καὶ τοῦτο τὸ ξύλον ἐν μέσῳ τῆς γῆς πεφύτευται· καθὼς καὶ Δαυῒδ ὁ προφήτης ἐμαρτύρησε περὶ Θεοῦ εἰπὼν ὅτι, εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐκεῖ ἐφύτευσεν, ὧδε εἰργάσατο. Ὅτι τὸν μὲν παράδεισον ὡς Θεὸς ἔκτισε, τὸν δὲ σταυρὸν ὡς ἄνθρωπος ὑπομεμένηκεν.
Ἐκεῖνο τὸ δένδρον ἔμφυτον προΐετο ζωήν, τοῦτο τὸ ξύλον ἐμπροαίρετον ἀΐδιον ζωὴν πᾶσι τοῖς βουλομένοις προβάλλεται· ἐκεῖνο τὸ δένδρον μόνῳ τῷ Ἀδὰμ ἐπ᾽ ἐξουσίας δίδοται, τοῦτο τὸ ξύλον τῆς ζωῆς πᾶσι τοῖς θέλουσι πρόκειται εἰς ἀπόλαυσιν· ἐκείνου τοῦ δένδρου ἁμαρτήσας ὁ Ἀδὰμ ἀπολαῦσαι κωλύεται, τούτου τοῦ ξύλου τῆς ζωῆς διὰ μετανοίας καὶ οἱ σφαλλόμενοι συντόμως μετέχουσιν· ἐκεῖνο τὸ δένδρον ἔμφυτον εἶχε τὸν καρπὸν συντείνοντα εἰς ζωὴν αἰώνιον, τοῦτο τὸ ξύλον ὃ μὴ εἶχεν ἐπεκτήσατο· ὅτι φθαρτὸν ὄν, γέγονεν ἄφθαρτον· καὶ διὰ πίστεως οὐκέτι ξύλον ἐστίν, ἀλλὰ πηγὴ ζωῆς αἰωνίου. Καὶ ὅτι πηγάζει ζωὴν ὁ σταυρὸς καὶ ὁ Ἰησοῦς ἔφη· ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Καὶ ὁ Ἀπόστολος εἴρηκεν, ὅτι εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἐβαπτίσθημεν εἰς ζωὴν αἰώνιον.
著作
文本
在新窗口中打开相关段落。